Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1337
Not analysed yet
ἀντιτείνει βουλεύμασιν. Βούλεται δὲ εἰπεῖν, ὅτι Καὶ ἡ ψυχή μου, καὶ τὸ σῶμά μου, ἱμείρεταί σου καὶ ποθεῖ σε, καθάπερ ὁ διψῶν ὕδωρ ἥδιστόν τε καὶ διειδέστατον. «Ἐν γῇ ἐρήμῳ, καὶ ἀβάτῳ, καὶ ἀνύδρῳ. [γʹ.] Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι.» Οὐδεμίαν ἀπὸ τῆς ἐρημίας βλάβην εἰσεδεξάμην· ἀλλ' ὡς παρ' αὐτὴν ἑστηκὼς τὴν ἱεράν σου σκηνὴν, οὕτως σοι τὴν ὑμνῳδίαν προσφέρω. Τὸ γὰρ ἐν τῷ ἁγίῳ τὴν σκηνὴν λέγει. Οὐδέπω γὰρ ὁ θεῖος νεὼς ᾠκοδόμητο. «Τοῦ ἰδεῖν τὴν δύναμίν σου, καὶ τὴν δόξαν σου.» Παρίσταμαι δέ σοι, τὴν ἄῤῥητον φανταζόμενος δύναμιν. Ἐπειδὴ γὰρ ἡ σὴ φύσις ἀνέφικτος, ἀπὸ τῶν ὑπὸ σοῦ γινομένων λαμβάνω τῆς δοξολογίας τὰς ἀφορμάς. [Ὁ δὲ ἐξ ἐθνῶν πεπιστευκὼς λαὸς διηνεκῶς ἂν εἴποι· Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι· τουτέστιν ἐν τῷ ναῷ· ἐν ᾧ θύῃ ἀθύτως καὶ μερίζῃ ἀμερίστως καὶ ἐκδαπανᾷ μένων ἀδαπάνητος.] δʹ. «Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε.» Πάσης τῆς ζωῆς τῆς τῶν πλουτούντων, καὶ τῆς τῶν δυναστευόντων, καὶ ἀφρόντιδος, καὶ πολυφρόντιδος, καὶ ἁβροδιαίτου, καὶ ἀνειμένης, τὸν σὸν ἔλεον προαιροῦμαι, καὶ εἰς τὴν σὴν ὑμνῳδίαν τὰ χείλη κινῶ. εʹ. «Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου· ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.» Τοῦτο δὲ παρὰ πάντα μου τὸν βίον διατελέσω ποιῶν· ὑμνῶν μὲν τῇ γλώττῃ, τὰς δὲ χεῖρας ἐκτείνων, καὶ τὴν σὴν φιλανθρωπίαν αἰτῶν. ϛʹ. «Ὡς ἐκ στέατος καὶ πιότητος, ἐμπλησθείη ἡ ψυχή μου.» Τὴν δὲ σὴν ὑμνῳδίαν πιότητα ὑπολαμβάνω ψυχῆς· καὶ πιμελῆ καὶ εὐτραφῆ ταύτην οἶμαι γίνεσθαι. Χλιδὴ γὰρ μόνιμος, καὶ τρυφὴ, τῶν σῶν λογίων ἡ μελέτη. «Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.» Οὗ δὴ χάριν μετὰ πάσης σοι προθυμίας προσοίσω τὸν ὕμνον, τὸ ἐντεῦθεν ἐπιστάμενος κέρδος. ζʹ, ηʹ. «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.» Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἀναμιμνήσκομαί σου ἐπὶ τῆς στρωμνῆς μου· καθ' ἑκάστην φυλακὴν ἐμελέτων σε· καὶ σκεπόμενος ἐν ταῖς πτέρυξί σου, εὐφήμουν. Φυλακὰς δὲ λέγει τὰς νυκτερινάς· διαιρούμενοι γὰρ