Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1340
Not analysed yet
τὸν νυκτερινὸν καιρὸν οἱ φυλάττειν πεπιστευμένοι, τοῦτο δρῶσι σφᾶς αὐτοὺς διαδεχόμενοι. Καὶ οἱ μὲν τριχῆ διαιροῦσιν, οἱ δὲ τετραχῆ. Καὶ ὁ Κύριος τετάρτῃ φυλακῇ τῆς νυκτὸς πρὸς τοὺς ἱεροὺς ἀποστόλους ἐλήλυθε. Λέγει τοίνυν ὁ θεῖος Δαβὶδ, ὅτι Καὶ ἐπὶ στρωμνῆς κατακείμενος, τὸν ἥδιστον ὕπνον ἀνεβαλλόμην, καθ' ἑκάστην φυλακὴν τὴν σὴν ἔχων μελέτην· καὶ ὕμνοις τὰς εἰς ἐμὲ γεγενημένας ἠμειβόμην εὐεργεσίας. Οἷον γάρ τινι πτερύγων σκέπῃ, τῇ ἀμάχῳ με προμηθείᾳ φυλάττεις. [Καὶ τοῦτο δὲ αὐτὸ ὁ ἐξ ἐθνῶν λαὸς πεπιστευκὼς μνημονεύει πάντως ἐπὶ τῆς στρωμνῆς, ἐν τῷ ὄρθρῳ ἀνυμνῶν τὸν τῶν ὅλων Σωτῆρα. «Ὅτι ἐγενήθης αὐτὸς βοηθὸς, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.» Πτέρυγας δὲ δικαίως ἂν εἴποι ὁ αὐτὸς παλαιάν τε καὶ νέαν διαθήκην, δι' ἧς σκεπόμενος καὶ τρεφόμενος καὶ ἀγαλλιώμενος διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας προήχθη εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.] θʹ. «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.» Οὐδὲ πρὸς βραχὺ, φησὶ, τὸν ἐμὸν λογισμὸν τῆς σῆς ἀποστῆσαι δύναμαι μνήμης· ἀλλὰ φίλτρῳ θερμῷ πυρευόμενος, οἷόν τινι κόλλῃ τῇ μνήμῃ τῷ σῷ πόθῳ προσδέδεμαι. Εἶτα δείκνυσι τὸν τοῦ πόθου καρπόν. «Ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.» Οὕτω γάρ με διακείμενον ὁρῶν, τῆς σῆς ἀξιοῖς προμηθείας. ιʹ. «Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου.» Οὐδὲν ἠδικηκότα με σπουδάζουσιν ἀνελεῖν. «Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς.» Ἀλλ' οἶδα ὡς θανάτῳ παραδοθήσονται. Εἶτα καὶ τὸν τρόπον προθεσπίζει τῆς τελευτῆς. ιαʹ. «Παραδοθήσονται εἰς χεῖρας ῥομφαίας.» Ὑπὸ πολεμικῆς τοῦτο πείσονται δεξιᾶς. «Μερίδες ἀλωπέκων ἔσονται.» Καὶ τοῦτο, φησὶν, οὐχ ὑπὸ δυνατῶν τινων ὑποστήσονται πολεμίων· ἀλλ' ὑπὸ τῶν προσοίκων ἀλλοφύλων· οἳ δίκην ἀλωπέκων, ποτὲ μὲν ἐπίασι, θαμὰ δὲ καὶ συνεχῶς ἐξελαυνόμενοι φεύγουσιν. Αἰνίττεται δὲ τὸ πρόχειρον νόημα, ὡς τῶν ἐν τῷ πολέμῳ πεσόντων οἱ πλείους οὐδὲ ταφῆς ἀξιωθήσονται, ἀλλὰ προκείσονται τοῖς θηρίοις βορά. ιβʹ. «Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ.» Ἐγὼ δὲ, φησὶ, παρὰ σοῦ τὴν βασιλείαν δεξάμενος, οὐκ ἐπὶ τῷ ἐκείνων ἡσθήσομαι θανάτῳ, ἀλλ' ἐπὶ τῇ σῇ προμηθείᾳ, δι' ἧς ἐξέφυγον τὰς παντοδαπὰς τῶν πολεμίων ἐπιβουλάς. «Ἐπαινεθήσεται πᾶς ὁ