Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1341
Not analysed yet
ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.» Μετὰ παῤῥησίας δὲ λοιπὸν ἅπαντες καὶ ὀνομάσουσι βασιλέα, καὶ κατὰ τῆς τούτου σωτηρίας ὀμοῦνται· οὐκ ἔτι δεδιότες τοὺς συκοφάντας, ὧν ἐνεφράγη τῷ θανάτῳ τὸ στόμα. Τοῦ μὲν γὰρ Σαοὺλ περιόντος, ἐδεδίεισαν τὴν πρὸς τὸν Δαβὶδ διάλεξιν· τούτου δὲ τελευτήσαντος, ἀδεῶς λοιπὸν ἅπαντες καὶ τῷ βασιλεῖ τὸ πρέπον ἀπένεμον γέρας, καὶ ὅρκον ἐποιοῦντο τοῦ βασιλέως τὴν σωτηρίαν, φιλοτιμίαν τοῦτο καὶ πρόφασιν εὐνοίας ποιούμενοι. ΕΡΜΗΝ. ΤΟΥ ΞΓʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ὑπόθεσιν ἔχει. Διηγεῖται δὲ τὰς ὑπὸ Σαοὺλ γεγενημένας ἐπιβουλάς· καὶ προλέγει τὴν τούτων ἀπαλλαγήν. [Προλέγει δὲ δι' ὧν ὀφείλει προσευχῶν ὁ ἐξ ἐθνῶν λαὸς ἐπιστρέφων δυσωπεῖν τὸν Σωτῆρα.] βʹ. «Εἰσάκουσον, ὁ Θεὸς, φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ· ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.» Δέξαι μου, φησὶ, Δέσποτα, τὴν ἱκετείαν· καὶ ῥῶσόν μου τὴν διάνοιαν· ὥστε μὴ δεδιέναι τῶν πολεμίων τὰς προσβολάς. γʹ. «Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν.» Συστροφὴν καλεῖ τὴν ὁμόνοιαν, καὶ τὴν ἐν κακῷ συμφωνίαν, ἧς ἀντιβολεῖ κρείττων ἀποφανθῆναι, οἷόν τινι τειχίῳ τῇ θείᾳ κηδεμονίᾳ περιφραττόμενος. Εἶτα διηγεῖται αὐτῶν τὰ παντοδαπὰ μηχανήματα. δʹ, εʹ. «Οἵ τινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν· ἐνέτειναν τόξον αὐτῶν, πρᾶγμα πικρόν. Τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον.» Συκοφαντίας, φησὶ, ῥάπτουσιν εἰς τὸν κατ' ἐμοῦ τυρευόμενον πόλεμον· καὶ ταῦτα μηδεμίαν ἐμοῦ παρεσχηκότος αἰτίαν. Ἄμωμον γὰρ ἐντεῦθεν, τὸν ἀναίτιον λέγει. Τὸ δὲ πρᾶγμα πικρὸν, ὁ Ἀκύλας ῥῆμα πικρὸν εἴρηκε· καὶ ὁ Θεοδοτίων, λόγον πικρόν· καὶ ὁ Σύμμαχος, Ἐπλήρωσαν τόξον ἑαυτῶν, λόγον πικρόν. Τὸ δὲ ἐν ἀποκρύφοις, κρυφῇ ὁ Σύμμαχος εἴρηκεν· τουτέστιν, ἐνέδραις καὶ λόχοις κεχρημένοι. Τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα διδάσκει. ϛʹ. «Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.» Λοχῶντες, φησὶν, ἐξαίφνης ἐπίασιν, οὐ δειμαίνοντες τὸν ἐφορῶντα Θεόν. «Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν· διηγήσαντο τοῦ κρύψαι παγίδας.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος