Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1344
Not analysed yet
εἴρηκεν· Ἐκράτυναν λόγον πονηρὸν, εἰσηγήσαντο κρύψαι παγίδας. Τὸν γὰρ ἐμὸν καττύοντες θάνατον, εἰσηγήσαντο καὶ συνεβουλεύσαντο, ποίαις δεῖ χρήσασθαι κατ' ἐμοῦ μηχαναῖς, καὶ τῷ ἔργῳ τοὺς λόγους ἐκράτυναν· ταῦτα δὲ τολμῶσιν, οὐδένα προμηθεῖσθαι τῶν ἀνθρωπίνων ἡγούμενοι. Τοῦτο γὰρ δηλοῖ τὰ ἐπαγόμενα· «Εἶπαν· Τίς ὄψεται αὐτούς;» Ἡγοῦνται, φησὶ, μηδένα εἶναι τῶν γινομένων κριτήν. [Τοῦτο μὲν οἱ περὶ τὸν Ἀβεσσαλὼμ καὶ τὸν Σαοὺλ καὶ τοὺς λοιπούς· τοῦτο δὲ καὶ οἱ παράνομοι οἱ κατὰ καιρὸν μηχανὰς καὶ πάγας κατὰ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ συστησάμενοι. Καὶ ὅρα τί φησι διὰ τῶν ἑξῆς.] ζʹ. «Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις.» Πάντα, φησὶν, ἐκίνησαν λογισμόν· πᾶσαν ἐπενόησαν κατ' ἐμοῦ μηχανήν· οὐδὲν ἐπιβουλῆς καταλελοίπασιν εἶδος, προφανῶς ἐπιόντες, κρύβδην λοχῶντες, κατασκόποις χρώμενοι, τὰς ἐρήμους περινοστοῦντες, τὰ πετρώδη χωρία διερευνώμενοι [ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἀναζητοῦντες τοὺς ἀθλητὰς τῆς εὐσεβείας, περὶ ὧν φάσκει ὁ θεῖος Παῦλος, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος]. «Προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα. [ηʹ.] Καὶ ὑψωθήσεται ὁ Θεός.» Τοῦτο σαφέστερον ὁ Θεοδοτίων ἡρμήνευσε· λέγει δὲ οὕτως· Καὶ διάνοιαν ἀνδρὸς, καὶ καρδίαν βαθεῖαν κατατοξεύσει ὁ Θεός. Κἂν γὰρ μυριάκις αὐτῶν κατακρύψωσι τὰ ἐπιτηδεύματα, δῆλα ταῦτά ἐστι τῷ πάντ' ἐφορῶντι Θεῷ· ὃς τὸ οἰκεῖον ὑποδείκνυσιν ὕψος, δίκας τοὺς τοιούτους εἰσπραττόμενος. «Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν. [θʹ.] Καὶ ἐξησθένησαν ἐπ' αὐτοὺς αἱ γλῶσσαι αὐτῶν.» Ἀλλ' ὅμως καὶ τοσαύτῃ δεινότητι χρώμενοι, διήμαρτον τοῦ σκοποῦ. Καθάπερ γὰρ τὰ παρὰ τῶν κομιδῆ νέων ἀφιέμενα βέλη βλάβην οὐδεμίαν ἐπιφέρει τοῖς δεχομένοις, οὕτως αἱ τούτων γλῶσσαι, τοὺς μὲν βληθέντας οὐκ ἔβλαψαν· κατὰ δὲ τῶν τιναξάντων ἡ λώβη κεχώρηκεν. «Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς.» Οἱ δὲ θεασάμενοι αὐτοὺς τῶν ἐγχειρημάτων διαμαρτόντας, θορύβου καὶ δέους πλησθήσονται, ἢ ἐπλήσθησαν, καὶ τὴν θείαν ἐθαύμασαν πρόνοιαν. Τοῦτο γὰρ τὰ μετὰ ταῦτα δηλοῖ. ιʹ. «Καὶ ἐφοβήθη πᾶς ἄνθρωπος, καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ· καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν.» Ἐν περινοίᾳ γὰρ τῆς τοῦ Θεοῦ κηδεμονίας γενόμενοι, τὸ θεῖον κριτήριον ἔδεισαν.