Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1345
Not analysed yet
ιαʹ. «Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτόν.» Διαφερόντως δὲ οἱ τῶν θείων νόμων [παλαιᾶς τε καὶ νέας διαθήκης] ἐπιμελούμενοι, θυμηδίας ἐμφορηθέντες, τὴν εἰς τὸν Θεὸν ἐλπίδα· βεβαίαν ἐργάσονται. «Καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.» Καὶ τὴν παρὰ ἀνθρώπων δὲ καρπώσονται εὔκλειαν οἱ τὸν λογισμὸν πρὸς Θεὸν διευθύνοντες, καὶ τῆς ὁδοῦ τῆς εὐθείας ἔξω βαδίζειν οὐκ ἀνεχόμενοι. [Τοῦτο δὲ εὕροι ἄν τις κατωρθωκότας τὸν Δαβὶδ καὶ τοὺς κατ' αὐτὸν καὶ τοὺς μετ' ἐκείνους· λέγω δὴ τοὺς ἀθλοφόρους μάρτυρας καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας.] ΕΡΜΗΝ. ΤΟΥ ΞΔʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ· ᾠδὴ Ἱερεμίου καὶ Ἰεζεκιὴλ, καὶ τοῦ λαοῦ τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι.» Ἐν ἐνίοις δὲ ἀντιγράφοις πρόσκειται, «ᾨδὴ Ἱερεμίου καὶ Ἰεζεκιὴλ, καὶ τοῦ λαοῦ τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι.» Ταῦτα οὔτε τὸ Ἑβραϊκὸν ἔχει, οὔτε οἱ ἄλλοι ἑρμηνευταὶ, οὔτε οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ· ἀλλά τις, ὡς ἔοικε, ταύτην προστέθεικε τὴν ἐπιγραφὴν, οὔτε τῇ τοῦ ψαλμοῦ διανοίᾳ προσεσχηκὼς, οὔτε τὴν ἱστορίαν μεμαθηκώς. Πρῶτον μὲν γὰρ ὁ Ἱερεμίας αἰχμαλωσίας οὐκ ἐκοινώνησεν· ἀλλ' αἵρεσιν λαβὼν διάγειν ὅπου βούλεται, τὴν ἐν τῇ πατρίδι διαγωγὴν εἵλετο. Ὅθεν οὐδαμῶς τοῖς ἐκπορευομένοις εἰς τὴν αἰχμαλωσίαν ἁρμόττει· ἀλλὰ τοῖς ἐν τῇ αἰχμαλωσίᾳ διάγουσι. Πόῤῥω γὰρ ὄντες τῆς πατρίδος, καὶ ὑμνεῖν μὲν τὸν Θεὸν ποθοῦντες, τῷ νόμῳ δὲ τοῦτο ποιεῖν κωλυόμενοι· αὐτῶν γάρ ἐστι φωνὴ, «Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;» ἔλεγον ἐν Βαβυλῶνι τὸν Θεὸν ἱκετεύοντες. βʹ, γʹ. «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καί σοι ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. Εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Καὶ πάντα δὲ τοῦ ψαλμοῦ τὰ ῥητὰ, τοῖς ἐν Βαβυ-