Ancient Greek · ~6 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1348
Not analysed yet
λῶνι διάγουσι πρόσφορα. Οὗτοι γὰρ τῆς ἐπανόδου γλιχόμενοι, ταύτην τῷ θεῷ τὴν ὑμνῳδίαν προσέφερον. Ἀναμέμικται δὲ τῇ περὶ τούτων προῤῥήσει καὶ τῆς τῶν ἐθνῶν σωτηρίας ἡ προφητεία. «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καί σοι ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.» Ἐν ἐκείνῃ, φησὶ, τῇ πόλει προσφέρειν σοι τὸν ὕμνον προσέταξας· ἐκεῖ τοίνυν ἀποδοῦναί σοι τοῦτον ἀντιβολῶ. [Περὶ δὲ ταύτης ὁ μακάριος Παῦλος ἔφη τοῖς ἔθνεσι· Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. Ταῦτα δὲ εἴρηται τῷ Ἀποστόλῳ περὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας.] Εἰσάκουσον προσευχῆς μου.» Δέξαι μου, φησὶ, τὴν δέησιν, καὶ τῶν τῆς αἰχμαλωσίας με δεσμῶν ἐλευθέρωσον. [Τοῦτο μὲν ὁ ἀνδραποδισθεὶς ἐκ τῆς Ἱερουσαλὴμ λαὸς προσευχόμενος βοᾷ· τοῦτο δὲ καὶ ὁ ἐκ τῆς τῶν εἰδώλων ἀποδράσει ἐπειγόμενος αἰχμαλωσίας ἀντιβολεῖ· καὶ σαφέστερον αὐτὸ διὰ τῶν ἑξῆς ἔφησεν ἐν τῷ εἰπεῖν·] «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Τῆς τῶν ἐθνῶν θεογνωσίας σαφῆ τοῦτο πρόῤῥησιν ἔχει. Νῦν γὰρ, φησὶν, ἡμεῖς ἱκετεύομεν τῆς ἐπανόδου τυχεῖν, καὶ ἐν τῷ ἀφιερωμένῳ σοι ναῷ τὸν ὕμνον προσενεγκεῖν· μικρὸν δὲ ὕστερον πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, τῆς πολυθέου πλάνης ἀπαλλαγεῖσα, πρὸς σὲ τὸν ἀληθινὸν δραμεῖται Θεόν. δʹ. «Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς.» Ὁ δὲ Σύμμαχος οὕτως· Λόγοι ἀνόμων κατεδυνάστευσάν με. Δυσσεβέσι, φησὶ, καὶ ἀνομίᾳ συζῶσιν ἀνθρώποις δουλεύειν ἠνάγκασμαι. Εἶτα τῆς δουλείας τὴν αἰτίαν διδάσκει. «Καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.» Οὐκ ἀδίκως, φησὶ, κατεκρίθην δουλεύειν, ἀλλὰ διὰ τὴν ὑπ' ἐμοῦ πάλαι τολμηθεῖσαν ἀσέβειαν· ἧς ἀπαλλαγῆναι διὰ τῆς σῆς φιλ-