Ancient Greek · ~4 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1349
Not analysed yet
ανθρωπίας ἀντιβολῶ. Ἐντεῦθεν μακαρίζουσι τὴν τῆς πατρίδος διαγωγὴν, ὡς διδάσκαλον καὶ πρόξενον εὐσεβείας. εʹ. «Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου, πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου. Ζηλωτὸς, φησὶ, καὶ μακάριος ὁ τῶν ἄλλων ἐθνῶν ὑπὸ σοῦ προτετιμημένος λαός. Ταῖς γὰρ ἱεραῖς σου προσεδρεύων αὐλαῖς, τὴν ἐκεῖθεν ὠφέλειαν καὶ εὐλογίαν καρποῦται. «Ἅγιος ὁ ναός σου. [ϛʹ.] Θαυμαστὸς ἐν δικαιοσύνῃ.» Ἁγιασμοῦ γὰρ πλήρης ὁ σὸς ναὸς, καὶ τὴν σὴν δικαιοσύνην διὰ τῶν σῶν λογίων διδάσκει τοὺς προσιόντας. «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν· ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Πάλιν ἐνταῦθα τὴν τῆς οἰκουμένης σωτηρίαν προλέγει, καὶ τῆς τοῦ πατριάρχου Ἰακὼβ ἀναμιμνήσκει προῤῥήσεως· ἐκείνου γάρ ἐστι φωνὴ, «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Τοῦτον καὶ ἐνταῦθα «ἐλπίδα» ἐκάλεσε «πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Σημαίνει δὲ διὰ τούτων τούς τε ἐν ταῖς νήσοις οἰκοῦντας, καὶ τοὺς ἐν ταῖς ἀντίπερα ἠπείροις ἀνθρώπους, καὶ τοὺς τὰ τέρματα τῆς οἰκου-