Ancient Greek · ~4 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1352
Not analysed yet
μένης κληρωθέντας οἰκεῖν. Ἐπάκουσον ἡμῶν, φησὶν, ὁ μικρὸν ὕστερον πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν τῷ τῆς θεογνωσίας καταυγάζων φωτί. Εἶτα τὴν δύναμιν, ὡς ἔνεστι, τοῦ Θεοῦ διηγεῖται. ζʹ, ηʹ. «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὑτοῦ· περιεζωσμένος ἐν δυναστείᾳ. Ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης· ἤχους κυμάτων αὐτῆς τίς ὑποστήσεται;» Τὸ ἑτοιμάζων, ἑδράζων ὁ Σύμμαχος εἴρηκε. Τὸ δὲ συνταράσσων, ὁ Θεοδοτίων καταπραΰνων. Λέγει δὲ, ὅτι τὰ μὲν ὄρη ἑδραῖα ποιεῖς, καὶ ἀκίνητα· τὴν δὲ θάλασσαν κινεῖς ὅτε βούλει, καὶ πάλιν κατευνάζεις, ἧς οὐδὲ ἦχος τίς ἐστι τοῖς ἀκούουσιν· ἐπιτελεῖς δὲ τούτων ἕκαστον, δυνάμει χρώμενος ἀῤῥήτῳ καὶ ἀμετρήτῳ· ἣν ὥσπερ τινὰ περίκεισαι ζώνην. [Ζωὴ γὰρ ὑπάρχων μεταδίδως τοῖς εἰς σὲ πιστεύουσι καὶ τοῖς ἀκινήτοις τὸ πεπῆχθαι παρέχεις.] Ἐπειδὴ γὰρ ὁ ἐζωσμένος εὐσταλέστερός ἐστι περὶ τὸ πράττειν ὃ βούλεται, ζώνην τροπικῶς τοῦ Θεοῦ τὴν δύναμιν προσηγόρευσεν. Ἐντεῦθεν λοιπὸν ἐφεξῆς τῆς καινῆς διαθήκης ὑφηγεῖται τὰ κατορθώματα. «Ταραχθήσονται τὰ ἔθνη» τὰ τῶν ἀποστόλων κηρύ-