Ancient Greek · ~5 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1353
Not analysed yet
γματα παρεδήλωσεν, ἃ ταραχὴν καὶ ζάλην εὐθὺς τοῖς ἀνθρώποις ἐκίνησε, κατὰ τὴν τοῦ Κυρίου φωνήν. «Ἦλθον γὰρ, ἔφη, διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὑτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὑτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὑτῆς, νύμφην ἀπὸ τῆς πενθερᾶς αὑτῆς. [Καὶ ὁ Ἀμβακοὺμ δὲ προλέγων ταῦτά φησι. «Ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά.» Τοὺς ἀποστόλους, ὧν λέγει τὴν ἱππασίαν ἀντὶ τοῦ διδαχὴν σωτηρίαν γενήσεσθαι.] Μετὰ ταῦτα δὲ τὴν ζάλην κατέπαυσε, καὶ τὴν εἰρήνην ἅπασιν ἐπρυτάνευσε, [φήσας, «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.»] θʹ. «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα, ἀπὸ τῶν σημείων σου.» Ἡγήσατο μὲν γὰρ ἡ ταραχή· ἠκολούθησε δὲ ὁ φόβος, τῷ μεγέθει τῶν θαυμάτων γενόμενος, καὶ τὴν εὐσέβειαν ἐξεπαίδευσεν. «Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις.» Τῷ γὰρ φόβῳ τῶν θαυμάτων καταπλαγέντες οἱ ἄνθρωποι, τὴν προτέραν πλάνην καταλιπόντες, καὶ τὸν ὄντα γνόντες Θεὸν, καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας τὴν τερπνὴν καὶ ἀρεστὴν τῷ Θεῷ προσφέρουσιν ὑμνῳδίαν. Τοῦτο γὰρ ὁ Σύμμαχος παρεδήλωσε, Τὰς προελεύσεις τοῦ ὄρθρου, καὶ τὴν ἑσπέραν ὑμνολογοῦσιν. ιʹ. «Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν· ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν.» Ὁ δὲ Σύμμαχος οὕτως εἴρηκε, Πολυκαρπίᾳ πλουτίσεις αὐτήν. Οὐκ ἔτι γὰρ μόνοις ἡμῖν τὴν πνευματικὴν ἀρδείαν προσφέρεις· ἀλλὰ πᾶσαν εἰς κόρον ἀρδεύεις τὴν οἰκουμένην· ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.»