Ancient Greek · ~6 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1356
Not analysed yet
Ὁ δὲ Σύμμαχος εὐκτικῶς τὰ τρία τέθεικεν· Ἐπίσκεψαι τὴν γῆν, καὶ ποτιεῖς αὐτὴν, πολυκαρπίᾳ πλουτίσεις αὐτὴν, ὀχετοῖς Θεοῦ μεστοῖς ὑδάτων· Τὴν δὲ πάλαι ἄκαρπον οἰκουμένην, εὔκαρπον ὁμοῦ καὶ πολύκαρπον ἀνέδειξεν ὁ Δεσπότης, τοῖς θείοις ὀχετοῖς τὴν ἀρδείαν προσενεγκών. Ὀχετοὶ δὲ Θεοῦ πλήρεις ὑδάτων τίνες ἂν εἶεν ἕτεροι, ἢ οἱ θεῖοι ἀπόστολοι; περὶ ὧν ὁ Δεσπότης ἔφη Χριστός· «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκτῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος·» καὶ πάλιν, «Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλ' ἔσται τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ, πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Καὶ ποταμὸς δὲ τοῦ Θεοῦ, κατὰ τοὺς Ἑβδομήκοντα, ἡ χάρις τοῦ Πνεύματος, ἡ εἰς ὀχετοὺς διαιρουμένη, καὶ τούτῳ μὲν τὸν λόγον τῆς σοφίας προχέουσα, ἑτέρῳ δὲ χορηγοῦσα τὴν γνῶσιν, ἄλλῳ δὲ τῶν ἰαμάτων χάρισμα, καὶ ἄλλῳ γένη γλωσσῶν, καὶ διὰ τούτων τὴν οἰκουμένην ἀρδεύουσα. «Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία.» Ὁ δὲ Σύμμαχος οὕτως, Τελεσφορήσεις τὴν πανσπερμίαν αὐτῆς, οὕτως ἥδρασας αὐτήν. Τῆς γὰρ προτέρας αὐτὴν πλάνης ἐλευθερώσας [καὶ ἐν τοῖς εὐσεβέσι δόγμασι βεβαιώσας], τοὺς τῆς ἀρετῆς παρασκευάσεις τελεσφορῆσαι καρπούς· οἵ σε μὲν εὐφρανοῦσι, τοὺς δὲ βλαστάνοντας διαθρέψουσι. Κατὰ γὰρ τοὺς Ἑβδομήκοντα, ὁ φυόμενος καρπὸς, αὐτῶν ἐστι τῶν φυόντων τροφή· «Ἡτοίμασας γὰρ, φησὶ, τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου.» Ἐπὶ τούτῳ, φησὶ, φέρειν αὐτοὺς τὸν καρπὸν παρεσκεύασας, ὥστε διὰ τούτου τρέφεσθαι. ιαʹ. «Τὰς αὔλακας αὐτῆς μέθυσον.» Ἐντεῦθεν δῆλον, ὅτι πρόῤῥησίς ἐστι μελλόντων, καὶ οὐ γεγενημένων διήγησις. «Πλήθυνον τὰ γεννήματα αὐ-