Ancient Greek · ~5 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1357
Not analysed yet
τῆς.» Ἐπίμεινον, φησὶ, Δέσποτα, καθάπερ τινὰς αὔλακας, τοὺς λογισμοὺς αὐτῶν ἄρδων, καὶ εἰς καρποφορίαν διεγείρων. «Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.» Εὐφρανοῦσι δὲ αὐτὴν, καὶ ἀνθῆσαι παρασκευάσουσιν, αἱ κατὰ καιρὸν παρὰ τῶν διδασκάλων φερόμεναι ψεκάδες. ιβʹ. «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.» Ἐνιαυτὸς χρηστότητος, ὁ παρὰ Ἡσαΐᾳ κληθεὶς ἐνιαυτὸς Κυρίου δεκτός· «Πνεῦμα γὰρ, φησὶ, Κυρίου ἐπ' ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίῳ δεκτόν.» Ἐνιαυτὸν τοίνυν χρηστότητος, τὸν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος ἡμῶν ὀνομάζει χρόνον, ὡς μίαν αὐτῷ καρποφορίαν προσφέροντα τὴν εὐσέβειαν. Τούτῳ τὴν εὐλογίαν ὁ προφητικὸς ἐπεύχεται λόγος. «Καὶ τὰ πεδία σου πλησθήσονται πιότητος. [ιγʹ] Πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου· καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.» Ταύτης δὲ τῆς χρηστότητος ἐπιφαινομένης, ἡ πάλαι ἔρημος ὥριμον δώσει καρπόν. Καὶ οἱ ταῖς τῶν δαιμόνων θυσίαις μιαινόμενοι βουνοὶ, τοὺς τὸν Θεὸν διηνεκῶς ὑμνοῦντας, καὶ τὸν ἀγγελικὸν ἀσπαζομένους βίον ὑποδεξάμενοι, λαμπροί τινες ἔσονται καὶ περίβλεπτοι. Τοῖς δὲ λόγοις καὶ τὰ πράγματα μαρτυρεῖ. Ὁρῶμεν γὰρ συντρέχοντας ἅπαντας πρὸς τοὺς τὰς ἀκρωρείας κατειληφότας, καὶ τὴν ἀκροτάτην ἀρετὴν μετιόντας. ιδʹ. «Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων.» Κριοὺς προβάτων καὶ Ἰεζεκιὴλ ὁ προφήτης τοὺς