Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1360
Not analysed yet
δυνατοὺς ὀνομάζει. Ἀλλ' ἐκεῖνος κατηγορεῖ, ὅτι τὴν καλὴν νομὴν ἐνέμοντο, καὶ τὴν λοιπὴν τοῖς ποσὶ κατεπάτουν· καὶ τὸ καθαρὸν ὕδωρ ἔπινον, καὶ τὸ λοιπὸν τοῖς ποσὶ συνετάραττον. Ἐνταῦθα δὲ, ἀγαθὰ καὶ τούτοις θεσπίζεται. Λέγει γὰρ αὐτοὺς ἐνδύεσθαι καὶ ἀμφιέννυσθαι· τὴν δὲ τοῦ ἐνδύματος φύσιν ὁ θεσπέσιος λέγει Παῦλος. «Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Ἐπειδὴ γὰρ ἁλιέας τὴν ἀρχὴν, καὶ χειροτέχνας, καὶ πενίᾳ συζῶντας ὁ Δεσπότης Χριστὸς ἐξελέξατο, προθεσπίζει τοῦ Πνεύματος ἡ χάρις, καὶ τῶν πλουτούντων καὶ δυναστευόντων τὴν σωτηρίαν. Διό φησιν· «Ἐνεδύσαντο οἱ κριοὶ, τῶν προβάτων·» οὐ γὰρ μόνον τὰ ἄλλα πρόβατα, ἀλλὰ καὶ αὐτοὶ οἱ κριοὶ προσίασι τῷ σωτηρίῳ βαπτίσματι. «Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον.» Καὶ οἱ πενίᾳ δὲ συγκληρωθέντες, καὶ εὐσεβεῖν προαιρούμενοι, τὸν οἰκεῖον καρπὸν προσοίσουσι τῷ Θεῷ, ὁ μὲν τριάκοντα, ὁ δὲ ἑξήκοντα, ὁ δὲ ἑκατόν. «Κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.» Ἅπαντες δὲ οἱ προλεχθέντες σὺν πάσῃ προθυμίᾳ τὸν Θεὸν ἀνυμνήσουσι, τὸν τοιαύτην μεταβολὴν τῇ τῶν ἀνθρώπων δωρησάμενον φύσει. Οἴδαμεν οὖν, ὥς τινες τῶν συγγραφέων, ἐξ ἐπιπολῆς νενοηκότες τὰ εἰρημένα, τούτων ἕκαστον ἔφασαν γεγενῆσθαι μετὰ τὴν τῆς αἰχμαλωσίας ἐπάνοδον, εὐετηρίας αὐτοῖς πρὸς τῇ ἐλευθερίᾳ παρασχεθείσης, καὶ ὑετῶν ἀφθόνων, ὡς καὶ τὸν Ἰορδάνην πλημμυρεῖν. Αὐτὸν γὰρ ἔφασαν κεκλῆσθαι τοῦ Θεοῦ Ποταμόν. Ἐγὼ δὲ μηδὲν τοιοῦτον παρὰ τῆς ἱστορίας γεγενῆσθαι μεμαθηκώς· ἐν πολλῇ γὰρ διήγαγον ἐπὶ πλεῖστον πενίᾳ, ὡς ὁ Ἔσδρας ἐδίδαξεν· εὑρὼν δὲ καὶ τῆς τῶν ἐθνῶν σωτηρίας τὴν πρόῤῥησιν ἐν τῷ ψαλμῷ προφανῆ· «Πρὸς σὲ γὰρ, ἔφη, πᾶσα σὰρξ ἥξει,» καί· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Ταύτην ἀκόλουθον τοῖς ῥητοῖς ἐκείνοις ὑπέλαβον τὴν διάνοιαν. Οἱ δὲ τοῖς μύθοις χαίροντες, καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομὴν φανταζόμενοι, καὶ καθάπερ ὀνείρους τοὺς οἰκείους λογισμοὺς ἐξηγούμενοι, οὐ γεγενῆσθαι ταῦτα, ἀλλ'