Ancient Greek · ~6 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1361
Not analysed yet
ἔσεσθαι μετὰ τὴν τῶν Ἰουδαίων ἀνάκλησιν ἔφασαν, πρὸς τῇ τῶν ἄλλων δογμάτων διαφθορᾷ, καὶ τοῦτον προστεθεικότες τὸν μῦθον. Οὓς ληρεῖν καταλιπόντες, τῶν θείων λογίων ἁψώμεθα, μετὰ τοῦ Δαβὶδ βοῶντες. «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς τοῖς τρίβοις μου.» ΕΡΜΗΝ. ΤΟΥ ΞΕʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ᾨδὴ ψαλμοῦ ἀναστάσεως.» Οὐδὲ ταύτην τὴν προσθήκην τὸ Ἑβραϊκὸν ἔχει, οὐδὲ οἱ ἄλλοι ἑρμηνευταὶ, οὐδὲ οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ· ἀλλὰ καὶ ταύτην τινὲς, ὡς ἔοικε, προστεθείκασι. Καὶ τοῦτον δὲ τὸν ψαλμὸν ὁ θεῖος Δαβὶδ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις συνέγραψεν· οὐκ ἔτι μὲν τῆς ἐπανόδου τυχεῖν ἱκετεύουσιν, ἀλλ' ἤδη ταύτης τετυχηκόσι, καὶ τῆς πορείας ἁψαμένοις. Προλέγει δὲ κατὰ ταὐτὸν καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν. βʹ. «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ· ψάλατε δὲ τῷ ὀνόματι αὐτοῦ· δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.» Ἅπαντες ἡμῖν, φησὶν, ἄνθρωποι, τῆς ὑμνῳδίας κοινωνήσατε, καὶ τῷ Θεῷ τὸ προσῆκον μεθ' ἡμῶν ἀναπέμψατε σέβας· εἰκότως δὲ εἰς τὴν τοιαύτην κοινωνίαν καλοῦσιν ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν. Ἐν αὐτοῖς γὰρ τὰ τῆς ἁπάντων προδιεγράφετο σωτηρίας. Καθάπερ γὰρ αὐτοὶ τῆς τῶν Βαβυλωνίων ἀπηλλάγησαν δουλείας· οὕτως ἅπαντες ἄνθρωποι [μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος] τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἠλευθερώθησαν. Εἶτα διδάσκουσι τῆς ὑμνῳδίας τὸν τρόπον. γʹ. «Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. ἐν τῷ πλήθει τῆς δυνάμεως σου ψεύσονταί σε οἱ ἐχθροί σου.» Θαυμάσατε, φησὶν, εἰς δύναμιν τὰ ὑπὸ τοῦ