Ancient Greek · ~6 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1364
Not analysed yet
Θεοῦ γεγενημένα θαύματα. Τοσαῦτα γάρ εἰσι καὶ τοιαῦτα, ὡς τὴν ὑπερβολὴν τῶν γινομένων, ἀπιστεῖσθαι παρὰ τῶν δυσσεβῶν. Ἔχει δὲ καὶ ἑτέραν διάνοιαν ὑπὸ τῆς ἀληθείας μαρτυρουμένην, τὸ, «Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου, ψεύσονταί σε οἱ ἐχθροί σου.» Ὅτι ἂν, φησὶ, τῷ φωτὶ τῆς θεογνωσίας καταυγάσας τὴν οἰκουμένην, εἰς εὐσέβειαν μεταβάλῃς τοὺς πλείστους, τηνικαῦτα καὶ οἱ τῷ τῆς ἀπιστίας κατεχόμενοι σκότῳ ὑποκριθήσονται τὴν εὐσέβειαν, ἀρνούμενοι τὴν ἀσέβειαν. Καὶ τοῦτο διηνεκῶς ὁρῶμεν γινόμενον. Πολλοὶ γὰρ τῇ Ἑλληνικῇ πλάνῃ δουλεύοντες, ὁμολογῆσαι τοῦτο προφανῶς οὐ τολμῶσι. Καὶ Ἰουδαῖοι δὲ στενοχωρούμενοι, τοῦ σταυροῦ τὴν νίκην ὑμνοῦσι, καὶ πανταχόθεν τῆς προφητείας ἡ ἀλήθεια δείκνυται. δʹ. «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτωσαν. Ψαλάτωσαν δὲ τῷ ὀνόματί σου, Ὕψιστε.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκε· Πάντες οἱ ἐπὶ γῆς προσκυνήσουσί σε μελῳδοῦντες, ᾄσουσι τὸ ὄνομά σου. Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ' ὃν ἐν ἅπασι τοῖς ἔθνεσιν ὁ τῶν ὅλων ὑμνεῖται Θεός· καὶ ὁ Δεσπότης Χριστὸς ὕψιστος παρὰ πάντων καλεῖται. εʹ. «Δεῦτε, καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ· ὡς φοβερὸς ἐν βουλαῖς, ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Ἐπιστήσατε, φησὶ, τὸν νοῦν, καὶ κατανοήσατε τῶν ὑπὸ τοῦ Θεοῦ γινομένων ἕκαστον, καὶ τὴν ἄῤῥητον αὐτοῦ σοφίαν θαυμάσατε, δι' ἧς τὸ τῶν ἀνθρώπων γένος ποδηγεῖται πρὸς εὐσέβειαν. Οὕτω γὰρ καὶ ὁ Θεοδοτίων νενόηκε. «Φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων·» ὁ δὲ Σύμμαχος, Φοβερὰ μηχανήματα ὑπὲρ υἱῶν ἀνθρώπων. Φοβεραῖς γὰρ, φησὶ, καὶ θαυμασταῖς μηχαναῖς, ὑπὲρ τῆς τῶν ἀνθρώπων κέχρηται σωτηρίας. Εἶτα διηγεῖται τὰ πάλαι γινόμενα. ϛʹ. «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν· ἐν ποταμῷ διελεύσονται ποδί.» Ὁ χρόνος ἐνταῦθα ἐνήλλακται· τὰ γὰρ παρεληλυθότα ὡς ἐσόμενα εἶ-