Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1365
Not analysed yet
πεν. Οἱ δὲ ἄλλοι τὸν χρόνον ἐφύλαξαν. Καί φησιν ὁ Σύμμαχος οὕτως, Μετέβαλε θάλασσαν εἰς ξηρὰν, ποταμὸν διέβησαν ποδί. Οὗτος γάρ ἐστι, φησὶν, ὁ Θεὸς, ὁ καὶ ἡμῖν τὴν σωτηρίαν δωρούμενος. ὁ πάλαι καὶ θάλασσαν καὶ ποταμὸν διαστήσας, καὶ τοὺς ἡμετέρους προγόνους ἀκινδύνως διαβῆναι κελεύσας. [Καὶ τοῖς ἔθνεσι χαρισάμενος τὴν πάροδον· ἣν ποιούμενοι διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας ἀναπλάττονται· Ὥσπερ γὰρ ἐκεῖ διὰ τῆς χειρὸς τοῦ μεγάλου Μωϋσέως διέσχισεν ἔνθα καὶ ἔνθα τὴν Ἐρυθρὰν, οὕτω καὶ ἐνταῦθα διὰ τῆς χειρὸς τοῦ ἱερέως τὸν μὲν πιστεύοντα Χριστῷ λαὸν ἀνακαινίζει, τὸν δὲ νοητὸν Φαραὼ μετὰ τῶν ἁρμάτων, τουτέστι τὸν διάβολον μετὰ τῶν ἐπιθυμιῶν, βυθίζει. Ἴστε οἱ μεμυημένοι τί λέγω.] «Ἐκεῖ εὐφρανθησόμεθα ἐπ' αὐτῷ.» Τουτέστι παρὰ τὸν Ἰορδάνην· [Ὡς καὶ οἱ ἐξ ἐθνῶν παρὰ τὴν θείαν κολυμβήθραν· καὶ γὰρ τότε ὁ Ἰορδάνης διέστη τῷ λαῷ, καὶ νῦν ὁ Ἰορδάνης ὑποδεξάμενος τὸν τοῦ παντὸς Ποιητήν τε καὶ Δημιουργὸν τὴν τῶν ἀνθρώπων σωτηρίαν περιποιεῖται· τὸ γὰρ ὑπὲρ ἡμῶν ὑπεισελθὸν λουτρὸν, ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν ἅπαντας ἡμᾶς ἀνεγέννησε δι' ὕδατος καὶ Πνεύματος.] Τούτου γὰρ μνημονεύσαντες, καὶ διδάξαντες ὅπως αὐτὸν παρῆλθον οἱ πρόγονοι, ἐπήγαγον· «Ἐκεῖ εὐφρανθησόμεθα ἐπ' αὐτῷ.» ζʹ. «Τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὑτοῦ τοῦ αἰῶνος.» Ἀνώλεθρον ἔχει, φησὶ, τὸ κράτος, καὶ τὴν βασιλείαν ἀπέραντον. «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν.» Οὐ μόνον δὲ ἡμῶν κήδεται· ἀλλὰ καὶ πάσης προμηθεῖται τῆς οἰκουμένης, καὶ πᾶσι μικρὸν ὕστερον παρέξει τὴν οἰκείαν ἐπίγνωσιν. Οὕτω τοῦτο σαφῶς ὁ Προφήτης θεσπίσας, εἶτα τοῖς πνευματικοῖς ὀφθαλμοῖς τοὺς ἀντιλέγοντας τῷ κηρύγματι θεασάμενος, ἐναργῶς κομιδῆ καὶ τὴν ἐκείνων ἀπιστίαν τε καὶ ἀλαζονείαν προλέγει. «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» Τούτους ὁ μὲν Θεοδοτίων ἐκκλίνοντας κέκληκεν· ἀφισταμένους δὲ ὁ Ἀκύλας. Σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· Οἱ ἀπειθεῖς μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. Ὁρῶμεν δὲ καὶ τῆσδε τῆς