Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1368
Not analysed yet
προφητείας τὸ τέλος. Αὐτοὶ γὰρ οἱ τρεῖς ἣ τέτταρες, οἱ τῇ ἀσεβείᾳ προσμείναντες Ἕλληνες, μέγα παρ' ἑαυτοῖς φρονοῦσιν, ὡς μὴ συναπαχθέντες τῷ πλήθει. Τούτοις ὁ προφητικὸς παρακελεύεται λόγος· «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» Παραπικραίνουσι γὰρ καθ' ἑαυτῶν τὸν δίκαιον κριτὴν, καὶ τὴν δικαίαν κόλασιν ἐπισπῶνται. [Εἶτα τούτοις τὴν ἐπικειμένην τιμωρίαν δήλην ποιήσας ὁ προφητικὸς νοῦς ἐφ' ἕτερον μετατίθησι τὸν λόγον, πρόσωπον.] ηʹ. «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» Τὸ ἀκουτίσατε, ἀκουτιστὴν ποιήσατε ὁ Σύμμαχος εἴρηκε. Μένουσι δὲ τὰ ἔθνη παρακαλοῦντες ἀποστῆναι μὲν τῶν πατρῴων ἐθνῶν, τὸν δὲ αὐτῶν ὑμνῆσαι Θεὸν, καὶ τὴν τούτου δύναμιν τοὺς ἀγνοοῦντας διδάξαι. Τοῦτο γὰρ εἶπεν, «Ἀκουτίσατε,» ἀντὶ τοῦ, Καὶ τοὺς ἄλλους διδάξατε. θʹ. «Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν· καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.» Παραδοὺς γὰρ δυσσεβέσιν ἀνθρώποις, οὐκ εἴασέ με παρατραπῆναι καὶ καταλιπεῖν τὴν εὐθεῖαν ὁδόν· ἐπισημήνασθαι δὲ προσήκει, ὡς ταῦτα ἅπαντα τῶν εὐσεβεστέρων χορὸς διεξέρχεται. Συναπέστειλε γὰρ αὐτοῖς ὁ Θεὸς καὶ τοὺς εὐσεβείᾳ λαμπρυνομένους, οἷόν τινας παιδονόμους καὶ παιδοτρίβας, ἀλείφοντας καὶ φωτίζοντας, καὶ ποδηγοῦντας ἅπαντας εἰς εὐσέβειαν. Τοιοῦτος ἦν ὁ Δανιὴλ, τοιοῦτος ὁ Ἰεζεκιὴλ, Ἀνανίας, Ἀζαρίας, καὶ Μισαήλ. Τούτοις δὲ καὶ τοῖς τοιούτοις ἥρμοττε τὰ προκείμενα λέγειν· ἐκ προσώπου γὰρ αὐτῶν ἡ τοῦ Πνεύματος αὐτὰ συνέγραψε χάρις. ιʹ. «Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεός· ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον» Ταῦτα γὰρ, φησὶ, παθεῖν ἡμᾶς συνεχώρησας· δεῖξαι πᾶσι τὸ τῆς εὐσεβείας ἡμῶν ἀκίβδηλον βουλόμενος. [Τάδ' αὐτὰ εἴρηται καὶ ἐκ προσώπου τῶν ἀθλοφόρων, τῶν κατὰ καιρὸν ὑπὲρ Χριστοῦ πεπονθότων ἢ καὶ πασχόντων.] ιαʹ, ιβʹ. «Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» Τοιαύτη ἦν ἡ κάμινος, ἐν ᾗ πνεῦμα διασυρίζον ἐψυχαγώγει τοὺς ἀθλητάς. Παγὶς, ὁ τῶν λεόντων λάκκος, καὶ παγὶς ἀφύλακτος· ἀλλ' ὅμως διὰ τῆς θείας χάριτος ταύτην ὁ Προφήτης διέφυγεν. Εἰκὸς δὴ ἦν, αὐτοὺς καὶ τύπτεσθαι καὶ αἰκίζεσθαι, ὡς αἰχ-