Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1369
Not analysed yet
μαλώτους καὶ δούλους, παρὰ τῶν ἀνδραποδισάντων. Διὸ καὶ τοῦτο εἰρήκασιν, «Ἔθου θλῖψιν ἐπὶ τὸν νῶτον ἡμῶν· ἐπεβίβασας ἀνθρώπους, ἐπὶ τὰς κεφαλὰς ἡμῶν.» Δοῦλοι ἀντ' ἐλευθέρων κατέστημεν. Ἀλλ' ὅμως τούτων ἁπάντων ἀπαλλαγέντες, καὶ τῆς ἐπανόδου τετυχηκότες, τὰς νενομοθετημένας σοι θυσίας προσοίσομεν. Καὶ τοῦτο γὰρ ἐπήγαγεν. ιγʹ, ιδʹ. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν· ἀποδώσω σοι τὰς εὐχάς μου. Ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου.» Ὅσα, φησὶν, ὑπεσχόμην ὀδυνώμενος καὶ προσευχόμενος, εὐγνωμόνως ἐκτίσω. ιεʹ. «Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος, καὶ κριῶν, ἀνοίσω σοι βόας μετὰ χιμάρων.» Ὁπόσα σοι χρὴ προσφέρειν, ἱερεύσω προθύμως. Μεμυαλωμένα κέκληκε τὰ εὐτραφῆ καὶ πίονα. Οὕτω γὰρ καὶ ὁ νόμος προσφέρειν ἐκέλευσεν ἄμωμά τε καὶ ἄρτια· ἐπαρᾶται δὲ καὶ ὁ προφήτης Μαλαχίας τοῖς τοιαῦτα μὲν ἔχουσιν, ἀνάπηρα δὲ προσφέρουσιν. Αὕτη καὶ τῷ Κάϊν ἐγένετο τῶν κακῶν ἐκείνων ἀρχή· διδασκόμεθα δὲ καὶ ἡμεῖς τοῖς τιμιωτέροις ὧν ἔχομεν τὸ Θεῖον γεραίρειν. ιϛʹ. «Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου.» Οὐ μάτην, φησὶ, ταῦτα προσφέρειν ὑπισχνοῦμαι τὰ δῶρα· ἀλλὰ μεγάλων παρ' αὐτοῦ δωρεῶν ἀπολαύσας, ἃς καὶ ὑμᾶς μαθεῖν ἀξιῶ, τοὺς τὸ Θεῖον ἔχοντας σέβας. Οὕτω καὶ ἐν τῷ εἰκοστῷ καὶ πρώτῳ ἔφη ψαλμῷ· «Τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.» Διὰ τούτων δὲ παιδευόμεθα τούτους κοινωνοὺς ἔχειν, καὶ τούτοις διαφερόντως διηγεῖσθαι τὰ θεῖα. «Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσί· μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.» Καὶ, «Τὰ μυστήριά μου ἐμοὶ, καὶ τοῖς ἐμοῖς. ιζʹ. «Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.» Ὁ δὲ Σύμμαχος οὕτως, Αὐτὸν τῷ στόματί μου ἐπεκαλεσάμην, καὶ ὑψώθη παραχρῆμα ἡ γλῶσσά μου. Εὐθὺς γὰρ προσενεγκὼν τὴν δέησιν, ἐδεξάμην τὴν αἴτησιν, καὶ εὐφροσύνης πλησθεὶς, εἰς χαριστήριον ὕμνον τὴν γλῶσσαν ἐκίνησα. ιηʹ. «Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος.» Ὁ δὲ Σύμμαχος, οὕτως· Ἀδικίαν εἰ προεῖδον ἐν τῇ καρδίᾳ μου, μὴ