Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1372
Not analysed yet
εἰσακούσῃ Κύριος. Εἰ παρακαλῶν, φησὶ, τῆς δουλείας ἀπαλλαγῆναι, καὶ τῆς ἐπανόδου τυχεῖν, ἀδικίαν τινὰ δράσειν μετὰ τὴν ἐπάνοδον ἐφαντάσθην, τῆς θείας εὐμενείας μὴ τύχοιμι· ὅτι δὲ οὐ ψεύδομαι, τὰ πράγματα μαρτυρεῖ. ιθʹ. «Διὰ τοῦτο γὰρ εἰσήκουσέ μου ὁ Θεός· προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου.» Καθαρεύοντα γάρ με τοιούτων λογισμῶν θεασάμενος, φιλοτίμως τῶν οἰκείων ἠξίωσε δωρεῶν· οὕτω ταῦτα διηγησάμενος τῶν εὐσεβῶν ὁ χορὸς, εἰς ὕμνον συμπεραίνει τοὺς λόγους. κʹ. «Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπ' ἐμοῦ.» Ὕμνοις, φησὶ, τὸν εὐεργέτην ἀμείβομαι, καὶ τὴν προσευχήν μου δεξάμενον, καὶ τὸν ἔλεον δωρησάμενον. [Αὐτὸν γὰρ ἀνυμνεῖν διηνεκῶς τοῖς εἰς αὐτὸν πιστεύουσι παρακελευόμενος οὐ παύεται.] ΕΡΜΗΝ. ΤΟΥ Ξϛʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ἐν ὕμνοις. ψαλμὸς ᾠδῆς τῷ Δαβίδ.» Οὗτος ὁ ψαλμὸς σαφῆ τὴν διάνοιαν ἔχει, καὶ πολλῶν λόγων εἰς ἑρμηνείαν οὐ δεῖται· προκηρύττει γὰρ τοῦ Θεοῦ Λόγου τὴν ἐνανθρώπησιν, καὶ τὴν σωτήριον ἐπιφάνειαν, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν. βʹ. «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.» Θεασάμενος ὁ Προφήτης τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην πᾶσιν ἀνθρώποις σωτηρίαν διὰ τῆς θείας ἐπιφανείας, ἱκετεύει ταύτην ὅτι τάχιστα παρασχεθῆναι, ἵνα τὴν ἐκ ταύτης φυομένην εὐλογίαν τρυγήσωμεν ἅπαντες· [λέγει δὲ ὅτι «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς,» καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ εὐλογήσαι ἡμᾶς· τῷ ὄντι γὰρ, οὐ μόνον εὐλόγησεν, ἀλλὰ καὶ ἠλέησεν· σώσας ἡμᾶς διὰ τῆς ἐκ Παρθένου παρουσίας. Τοῦτο γὰρ λέγει, Ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ' ἡμᾶς. Εἴδομεν γὰρ αὐτὸν πρόσωπον πρὸς πρόσωπον· ἀλλ' ὅμως ἄνθρωπον γενόμενον· οὐχ ἕτερόν τινα φορέσαντα, ἀλλ' αὐτὸν Θεὸν Λόγον ἀτρέπτως ἐκ Παρθένου γενόμενον εἴδομεν.] Εἶτα διὰ τῶν ἐπαγομένων ταύτην ἡμᾶς διδάσκει σαφέστερον. γʹ. «Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου.» Ὥστε, φησὶ, καὶ τοὺς τὴν γῆν οἰκοῦντας τὴν πρὸς σὲ φέρουσαν ὁδὸν διδαχθῆναι, καὶ πρὸς αὐτὴν ποδηγηθῆναι. Καὶ ἵνα μή τις ὑπολάβῃ περὶ τῆς Ἰουδαίων ταῦτα λέγεσθαι γῆς, εἰκότως προστέθεικε, «Ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.» Ἱκετεύω, φησὶ, τὸ σὸν ἐπιφανῆναι πρόσωπον· ὥστε καταυγάσαι καὶ τὰ ἐν σκότῳ καθήμενα ἔθνη, καὶ πρὸς σωτηρίαν ἑλκῦσαι.