Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1373
Not analysed yet
δʹ, εʹ. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη· ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις.» Διά τοι τοῦτο προσήκει καὶ λαοὺς ἅπαντας, καὶ τὰ κατὰ τὴν οἰκουμένην ἔθνη, εὐφραίνεσθαι καὶ χορεύειν, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι. Ἔγνωσαν γὰρ ὅτι οὐδὲν τῶν ὄντων ἀτημέλητον, οὐδὲ ἀκηδεμόνευτον· ἀλλὰ πάντων ὑπάρχεις κριτὴς, δικαίας ἐκφέρων τὰς ψήφους· καὶ ὁδηγῶν μὲν τοὺς πλανωμένους πρὸς τὴν ἀλήθειαν, τοὺς δὲ πείθεσθαι μὴ βουλομένους κολάζων. ϛʹ. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.» Οὐχ ἁπλῶς τὴν ταυτολογίαν τέθεικεν· ἀλλὰ προθυμοτέρους τοὺς ἀκούοντας ἐργαζόμενος, [καὶ δεικνὺς, ὅτι αὐτός ἐστι Θεὸς καὶ Σωτὴρ ἁπάντων.] ζʹ. Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς.» Οὐκ ἔτι γὰρ ἀγνοοῦσιν οἱ ἐξ αὐτῆς τὸν ἐπὶ πάντων Θεόν· ὃς, κατὰ τὸν Προφήτην, «ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης· μετὰ τοῦτο ἐπὶ γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη·» οὗ δὴ χάριν, τὸν ἥδιστον αὐτῷ προσφέρουσι τῆς εὐσεβείας καρπόν. «Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν. [ηʹ.] Εὐλογήσαι ἡμᾶς.» Ὥσπερ δὶς τὰ ἔθνη πρὸς ὑμνῳδίαν διήγειρεν, οὕτω δὶς αὐτοῖς τὴν εὐλογίαν ἐζήτησεν. Εἰδέναι μέντοι προσήκει, ὡς εὐλογοῦντες ἄνθρωποι τὸν Θεὸν, λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται· ὁ δὲ Θεὸς εὐλογῶν, βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν ἀγαθῶν παρέχει τοῖς εὐλογουμένοις φοράν. Εἶτα διδάσκει πῶς δυνατὸν τῆς θείας εὐλογίας τυχεῖν. «Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.» Ὁ μὲν γὰρ εὐλαβῶς περὶ τοὺς θείους διακείμενος νόμους, καὶ τὸ μέλλον δειμαίνων κριτήριον, διὰ τῆς τούτων φυλακῆς τὸν Θεὸν θεραπεύει· ἡ δὲ θεία θεραπεία τὴν εὐλογίαν προσφέρει. Καὶ αὐτὸ τοίνυν τὸ τέλος οὐκ Ἰουδαίοις, ἀλλὰ πᾶσιν ἀνθρώποις τὸν θεῖον ἔχειν εἰσηγήσατο φόβον· καὶ παιδεύει ὡς αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ τὴν σωτηρίαν τῶν πιστευόντων πραγματευσάμενος. Αἰσχυνέσθωσαν οἱ δυσσεβοῦντες αἱρετικοὶ, καὶ μὴ ὁμολογοῦντες αὐτὸν Θεὸν ἐκ Θεοῦ, τὸν μονογενῆ τῷ Πατρὶ Υἱὸν προαιώνιον, τὸν αὐτὸν ἐπ' ἐσχάτων ἡμερῶν Υἱὸν ἀνθρώπου γενόμενον ἀτρέπτως, ὥς φαμεν, διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν.