Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1376
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΞΖʹ ΨΑΛΜΟΥ αʹ. «Εἰς τὸ τέλος, τῷ Δαβὶδ ψαλμός.» Ὁρῶν ὁ θεῖος Δαβὶδ τὴν πολιτευομένην παρὰ τοῖς ἀνθρώποις ἀσέβειαν, καὶ τοῦ διαβόλου τὴν ἐπικράτειαν, διδαχθεὶς δὲ ἀπὸ τοῦ παναγίου Πνεύματος τοῦ Θεοῦ καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν, ἱκετείαν προσφέρει, ταύτην ὡς τάχιστα γενέσθαι παρακαλῶν. Καὶ δέχεται παραυτίκα τῶν γενησομένων τὴν ἀποκάλυψιν· καὶ διδάσκεται κατὰ ταυτὸν, καὶ διδάσκει τῆς τε ἀνθρωπείας φύσεως τὴν σωτηρίαν, καὶ τῶν πολεμίων τὸν ὄλεθρον, καὶ ἁπαξαπλῶς, τὴν παράδοξον τῶν πραγμάτων μεταβολήν. βʹ. «Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ· καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.» Καιρὸς, φησὶν, ἀναστῆναί σε, Δέσποτα, καὶ τὴν τῶν ἀνθρώπων πραγματεύσασθαι σωτηρίαν· παραυτίκα γὰρ ἅπαν εἰς φυγὴν τραπήσεται τῶν πολεμίων τὸ στίφος, τῇ τῆς σῆς ἐπιφανείας σκεδαννύμενον αἴγλῃ. Ἀνάστασιν δὲ, ὡς πολλάκις εἰρήκαμεν, οὐ μόνον τὴν τῆς μακροθυμίας παῦλαν καλεῖ, ἀλλὰ καὶ τὸ ἀναστῆναι τὸν Σωτῆρα τοῦ κόσμου διὰ τριῶν ἡμερῶν, ὅτε τὸν ὑπὲρ ἡμῶν ἑκούσιον κατεδέξατο θάνατον· Οὕτω καὶ ἡμεῖς πολλάκις τοὺς ἐπιεικείᾳ χρωμένους δικαστὰς εἰς τὴν τῶν ἀδικουμένων ἐπικουρίαν διεγείρειν εἰώθαμεν, διαναστῆναι παρακαλοῦντες, καὶ τῶν ἀδικούντων καταπαῦσαι τὸ θράσος· γʹ. «Ὡς ἐκλείπει καπνὸς, ἐκλειπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ.» Καθάπερ γὰρ τὸν μὲν καπνὸν σκεδάννυσι τῶν ἀνέμων ἡ προσβολὴ, ὁ δὲ κηρὸς λύεται τῷ πυρὶ προσπελάζων, οὕτω, Δέσποτα, τῇ σῇ παρουσίᾳ φροῦδοι γενήσονται παντελῶς τῶν ἀνθρώπων οἱ δυσμενεῖς. Οὓς γὰρ ἁμαρτωλοὺς οἱ Ἑβδομήκοντα εἰρήκασιν, ἀσεβεῖς ὠνόμασαν οἱ ἄλλοι πάντες ἑρμηνευταί· οὕτω δὲ αὐτοὺς καὶ ὁ Ἑβραῖος, καὶ ὁ Σύρος καλεῖ. δʹ. «Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.» Τούτου δὲ, φησὶ, γινομένου, θυμηδίας ἐμφορηθήσεται ἅπας ὁ τῶν δικαίων χορός. «Ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ· τερφθήτωσαν ἐν εὐφροσύνῃ.» Ἔδειξε διὰ τούτων, ὡς οὐ κατὰ ἀνθρώπων ἐκείνην τὴν ἱκετείαν προσήνεγκεν, ἀλλὰ κατὰ τῶν τοὺς ἀνθρώπους πολεμούντων δαιμόνων. Ὧν σκεδαννυμένων καὶ φρούδων γενομένων, ἀγάλλεται τὰ ἔθνη, καὶ τὸν σεσωκότα Θεὸν ἀνυμνεῖ.