Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1377
Not analysed yet
εʹ. «ᾌσατε γὰρ, φησὶ, τῷ Θεῷ· ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν. Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.» Ἐνταῦθα ὁ προφητικὸς λόγος τοῖς ἱεροῖς ἀποστόλοις παρεγγυᾷ μετὰ χορείας καὶ ὑμνῳδίας εἰς τὰ ἔθνη δραμεῖν, καὶ τὴν ὁδὸν εὐτρεπίσαι τῷ τῶν ὅλων παμβασιλεῖ. Ἔοικε δὲ ταῦτα τοῖς ὑπὸ τοῦ «Κυρίου πρὸς αὐτοὺς εἰρημένοις· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Διὰ δὲ τῆς τοιαύτης μαθητείας, καὶ τῆς τοῦ βαπτίσματος παλιγγενεσίας, λεῖα ἐγένετο ἡ τραχεῖα ὁδὸς, καὶ εὐτρεπίζετο τῷ ἐνοικῆσαι ἐν αὐτοῖς, καὶ ἐμπεριπατῆσαι κατὰ τὸν Προφήτην, βουλομένῳ Θεῷ. Ἐπὶ δυσμῶν δὲ αὐτὸν ἐπιβεβηκέναι φησὶ, τὸ κατακεχυμένον τῶν ἀνθρωπίνων ψυχῶν σκότος τηνικαῦτα παραδηλῶν. Τοῦτο μέντοι ὁ Σύμμαχος ἡρμήνευσε, Καταστρώσατε ὁδὸν τῷ ἐποχουμένῳ ἐν γῇ ἀοικήτῳ. Ἀοίκητος δέ ἐστιν ἡ ἔρημος, ἔρημον δὲ τὰ ἔθνη πολλάκις ἡ θεία Γραφὴ προσηγόρευσεν· «Εὐφράνθητι γὰρ, φησὶν, ἔρημος διψῶσα.» Καὶ πάλιν· ὅτι «Πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Ταύτης τῆς ἐρήμου, καὶ ἀοικήτου, καὶ τοῦ φωτὸς ἐστερημένης, καὶ τούτου χάριν δύσεως ὠνομασμένης, ἐπέβη τῆς δικαιοσύνης ὁ Ἥλιος, καὶ τὸν ζόφον ἐξήλασε, καὶ ναὸν οἰκεῖον εἰργάσατο τὴν ἀοίκητον. «Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ. [ϛʹ.] Τοῦ πατρὸς τῶν ὀρφανῶν, καὶ κριτοῦ τῶν χηρῶν.» Οὐ φέρουσι γὰρ αὐτοῦ τὴν ἐπιφάνειαν, δίκαιον αὐτὸν κριτὴν ἐπιστάμενοι. Διὰ γὰρ τῆς τῶν χηρῶν κηδεμονίας, καὶ τῆς τῶν ὀρφανῶν ἐπιμελείας, τὸ δίκαιον αὐτοῦ τῆς προνοίας ἐδήλωσε. Ταύτην τῶν δαιμόνων τὴν ταραχὴν καὶ τὸ δέος, καὶ τῶν θείων Εὐαγγελίων ἡμᾶς ἡ ἱστορία διδάσκει· Ἀκούομεν γὰρ αὐτῶν λεγόντων· «Τί ἡμῖν καὶ σοὶ, υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς»—»Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.» Ἐπειδὴ εἶπεν· «Ἀναστήτω ὁ Θεὸς,» καί· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν,» εἰκότως τοῦτο προστέθεικε, μονονουχὶ λέγων, Μηδεὶς ἡγείσθω τὸν τῶν ὅλων Θεὸν μεταβάσει χρώμενον τὰς οἰκονομίας ποιεῖσθαι. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.»