Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1380
Not analysed yet
Καὶ διὰ τούτων γὰρ τὸ τῆς θείας φύσεως ἀπερίγραφον ἔδειξε· καὶ ἐδίδαξεν, ὡς κατελήλυθε, καὶ κάτω διάγων, καὶ τοῖς ἀνθρώποις συμπολιτευόμενος, καὶ ἐν οὐρανῷ ἦν, καὶ τοῦ Πατρὸς οὐκ ἐκεχώριστο. ζʹ. «Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ· ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις.» Μονοτρόπους καλεῖ, τοὺς ἕνα σκοπὸν ἔχοντας, καὶ τῆς ἀρετῆς μόνης ἐπιμελεῖσθαι προαιρουμένους, καὶ μὴ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα προαιρουμένους. Τούτους ἐν τῷ οἴκῳ τῷ θείῳ κατοικίζεσθαι λέγει. Πεπεδημένους δὲ, τοὺς τὰ τῆς ἁμαρτίας περικειμένους δεσμά· οὓς λυομένους ἀνδρείους ἀποτελεῖσθαι προείρηκε. Τοιοῦτος ἦν ὁ Ματθαῖος, τοιοῦτος ὁ Ἰάκωβος ὁ Ἀλφαίου, τοιοῦτος ὁ Ζακχαῖος· οἳ τῶν τῆς ἀδικίας ἀπαλλαγέντες δεσμῶν, ἀνδρικῶς μάλα τὸν κατὰ τοῦ πεδήσαντος ἀνεδέξαντο πόλεμον. Οὐ μόνον δὲ, φησὶ, τοὺς πεπεδημένους ἀνδρείους ἐργάζεται· ἀλλὰ καὶ τοὺς εἰς ἄκρον δυσσεβείας ἐληλακότας, καὶ ὡς ἐν τάφοις δυσώδεσι, τοῖς οἰκείοις σώμασι κατοικοῦντας. Καὶ τούτους γὰρ μετ' ἐκείνων ἀξιώσει τῆς σωτηρίας. ηʹ, θʹ. «Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν.» Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὁ Θεὸς, προερχομένου σου πρὸ τοῦ λαοῦ σου, βαίνοντος διὰ τῆς ἀοικήτου, γῆ ἐσείσθη, οὐρανὸς δὲ ἔσταξε. Μέλλων, φησὶ, διαβαίνειν εἰς τὴν ἔρημον ἐκείνην καὶ ἀοίκητον, καὶ μηδέπω δεξαμένην τοῦ φωτὸς τὴν ἀκτῖνα, ἐκλόνησας μὲν τὴν γῆν, καὶ συνέσεισας· οὐρανόθεν δὲ τὰς τῆς χάριτος ψεκάδας ἐπέσταξας Γέγονε δὲ τὸ μὲν ἐπὶ τοῦ σταυροῦ· τότε γὰρ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐῤῥάγησαν· [καὶ τὸ πᾶν τῆς γῆς ἐκλονεῖτο, τὸν Δημιουργὸν τοῦ παντὸς αἰσθήσει τινὶ θεώμενον, ἐπὶ σταυροῦ κρεμάμενον·] τὸ δὲ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον. Τηνικαῦτα γὰρ ἐπεφοίτησεν ἡ τοῦ Πνεύματος χάρις, οἷόν τινας δρόσου ψεκάδας μιμουμένη, τοῖς ἀποστόλοις. Εἶτα σαφέστερον Ἰουδαίους διδάσκων τὸν πάντα ταῦτα δρῶντα, ἐπήγαγεν. «Ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ· ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ.» Ὁ