Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1381
Not analysed yet
γὰρ ἐν τῷ Σινᾶ ὄρει, φησὶ, τοῖς ἡμετέροις προγόνοις φανεὶς, οὗτος καὶ τὴν γῆν ἔσεισε παρὰ τὸν τοῦ πάθους καιρὸν, τὴν ὑμετέραν διελέγχων μανίαν, καὶ τὴν τοῦ Πνεύματος ἐδωρήσατο χάριν. ιʹ. «Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου.» Ἅσπερ ἄνω ψεκάδας ἐκάλεσεν, ἐνταῦθα ὑετὸν προσηγόρευσε. Πρὸς γὰρ τὴν χρείαν τῶν μανθανόντων ἐχορηγεῖτο τοῖς διδασκάλοις ἡ χάρις. Ὑετὸν γὰρ τῆς διδασκαλίας τὴν ἀρδείαν καλεῖ· ἑκούσιον δὲ αὐτὴν προσηγόρευσε, διὰ τὸ τῆς γνώμης αὐθαίρετον. Οὐ γὰρ ἀνάγκῃ τις ἄρδεται, ἀλλὰ τῇ διδασκαλίᾳ πειθόμενος, ἀπολαύει τῆς χάριτος. «Καὶ ἠσθένησε· σὺ δὲ κατηρτίσω αὐτήν.» Ἠσθενηκέναι οὐ [βροχὴν, ἀλλὰ] τὴν κληρονομίαν ἔφη ἀσθένειαν δὲ τὰς τῶν δυσσεβῶν ἐπαναστάσεις ἐκάλεσεν. Οὕτως καὶ ὁ Κύριος πρὸς τὸν Παῦλον ἔφη· «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἀλλὰ καὶ ἐν τῷ τῆς ἐπαναστάσεως καιρῷ, σὺ βεβαιοῖς καὶ στηρίζεις τοὺς ἀθλητάς. Τούτους γὰρ ἔχεις κληρονομίαν, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου, τὰ πέρατα τῆς γῆς.» Οὕτω δὲ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· Ἣν ἐξεποίησας καὶ ἥδρασας· Ὁ δὲ Ἀκύλας σαφέστερον, Καὶ μεμοχθηκυῖαν σὺ ἥδρασας. Καμοῦσαν γὰρ ἐν τοῖς διωγμοῖς ἀτρεμῆ διεφύλαξας. ιαʹ. «Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ.» Ζῶα Θεοῦ τοὺς ἱεροὺς ἀποστόλους καλεῖ· ὧν ἐπιβὰς τὴν πλάνην ἐξήλασε, καὶ τοὺς ἀνθρώπους εἰς θεογνωσίαν ἐπέστρεψεν. Οὕτω καὶ περὶ τοῦ Παύλου φησίν· «Ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν, καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ.» Τούτου χάριν ἵππους αὐτοὺς ὁ θεῖος ὠνόμασεν Ἀβακούμ· «Ἐπεβίβασας γὰρ, φησὶν, εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά.» Τούτους οἰκεῖν ἐν τῇ τοῦ Θεοῦ κληρονομίᾳ, τουτέστιν ἐν τοῖς ἔθνεσιν, ὁ προφητικὸς ἐθέσπισε λόγος. Οἰκοῦσι δὲ μέχρι καὶ τήμερον, οὐ μόνον ταῖς θήκαις τῶν σωμάτων ἁγιάζοντες τοὺς πελάζοντας· ἀλλὰ καὶ τῇ διδαχῇ τῶν συγγραμμάτων τὰς τῶν ἀνθρώπων ψυχὰς ἐπιστρέφοντες. «Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ ὁ Θεός.» Ταῦτα δὲ, φησὶ, τῇ πτωχῇ τῶν ἀνθρώπων φύσει διὰ τὴν σὴν ἐδωρήσω χρηστότητα. ιβʹ. «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Οὓς ἄνω ζῶα προσηγόρευσεν, εὐαγγελιστὰς ἐνταῦθα καλεῖ. Καὶ ἐπειδὴ ἁλιεῖς ἦσαν,