Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1384
Not analysed yet
καὶ τελῶναι, καὶ σκυτοτόμοι, ἐχειροτονήθησαν δὲ φιλοσόφων, καὶ σοφιστῶν, καὶ ῥητόρων, καὶ τῶν ἐπὶ εὐγλωττίᾳ βρενθυομένων διδάσκαλοι, εἰκότως διδάσκει πόθεν ἀρυόμενοι τῆς διδασκαλίας τὰ νάματα, τὴν ἀρδείαν προσφέρουσιν. ιγʹ. «Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου σου διελέσθαι σκῦλα.» Ὁ δὲ Σύμμαχος οὕτως· Κύριος ἔδωκε ῥήσεις τοῖς εὐαγγελιζομένοις στρατιᾷ πολλῇ. Βασιλεῖς τῶν στρατιῶν ἠγαπήθησαν· ἀγαπητοὶ ἐγένοντο, καὶ ἡ δίαιτα τοῦ οἴκου διανεμεῖ λάφυρα. Καλεῖ δὲ στρατιὰν πολλὴν, τοὺς πεπιστευκότας· οὕτω δὴ καὶ ὁ Ἀπόστολος Τιμοθέῳ γράφων λέγει· «Στρατεύου τὴν καλὴν στρατείαν.» Καί· «Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.» Βασιλεῖς δὲ στρατιῶν, τοὺς τούτων διδασκάλους ὠνόμασεν· οὓς ἠγαπῆσθαι, καὶ ἀγαπητοὺς ὀνομάζεσθαί φησιν. Οὕτω δὲ αὐτοὺς καὶ ὁ Κύριος καλεῖ· «Ὑμεῖς φίλοι μού ἐστε. Οὐκ ἔτι καλέσω ὑμᾶς δούλους, ἀλλὰ φίλους.» Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος λέγει· «Ἡ γὰρ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς.» Καί· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» Λάφυρα δὲ καλεῖ, τοὺς πάλαι μέλη τὰ οἰκεῖα δοῦλα τῆς ἁμαρτίας πεποιηκότας, καὶ τῷ διαβόλῳ ταῦτα εἰς δουλείαν ἐκδεδωκότας. Τούτους δὲ τοῖς ἱεροῖς διένειμεν ἀποστόλοις· τὸν μὲν Ῥωμαίων, τὸν δὲ Ἑλλήνων διδάσκαλον προστησάμενος· καὶ τοὺς μὲν Ἰνδῶν, τοὺς δὲ Αἰγυπτίων κήρυκας ἀποφήνας. Ταῦτα τοῖς ἱεροῖς ἀποστόλοις τὰ λάφυρα ἡ τοῦ οἴκου ὡραιότης διένειμεν. Οἶκος δὲ τοῦ Θεοῦ, κατὰ τὸν θεῖον Ἀπόστολον, οἱ πεπιστευκότες. Ὡραιότης δὲ τοῦ οἴκου, ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡ τοῦτον ὡραΐζουσά τε καὶ λαμπρύνουσα τῇ παντοδαπῇ φιλοτιμίᾳ τῶν δωρεῶν. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπαγομένων ἐδίδαξεν. ιδʹ. «Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς, ἐν χλωρότητι χρυσίου.» Πτέρυγας δὲ καλεῖ περιστερᾶς, τὴν χάριν τοῦ Πνεύματος. Ἐν εἴδει γὰρ περιστερᾶς παρὰ τὰ Ἰορδάνεια ἐπεφοίτησε ῥεῖθρα. Ταύτης δὲ τὰς μὲν πτέρυγας, περιηργυρῶσθαί φησι· τὰ δὲ μετάφρενα κεκοσμῆσθαι χρυσίῳ. Τὰ μὲν γὰρ ἁπλούστερα, καὶ εὐκολώτερα, τοῖς ἁπλουστέροις προσφέρει· τοῖς δὲ τελειοτέροις, τὰ βαθύτερα. «Τὰ γὰρ μυστήριά μου ἐμοὶ καὶ τοῖς ἐμοῖς.» Καὶ τοὺς μὲν, ὡς ἀτελεῖς, γάλα ποτίζει·