Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1385
Not analysed yet
τοῖς δὲ τὴν στερεὰν προσφέρει τροφήν. Κλήρους δὲ καλεῖ τὰς δύο διαθήκας. Λέγει τοίνυν ἐν ἑκατέρᾳ διδασκαλίᾳ, Προσέλθετε καὶ ὄψεσθε τὴν παντοδαπὴν τοῦ ἁγίου Πνεύματος χάριν. Οὐχ ἁπλῶς μέντοι προσελθεῖν, ἀλλὰ καὶ διηνεκῶς προσεδρεῦσαι προσέταξε. Τοῦτο γὰρ ἐκάλεσε κοιμηθῆναι· ὡς τοῦ καθεύδοντος ἀκινήτου μένοντος. ιεʹ. «Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς, χιονωθήσονται ἐν Σελμών.» Καὶ ἄνω βασιλεῖς τοὺς ἀποστόλους ἐκάλεσεν, ὡς κληρονόμους τῆς βασιλείας τῶν οὐρανῶν· ὡς καὶ ἐν τῷ μδʹ ψαλμῷ ἄρχοντας προσηγόρευσε· Καταστήσεις γὰρ αὐτοὺς, φησὶν, ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Προλέγει δὲ τοῦ παναγίου Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενομένην, καθ' ἣν αὐτοὶ τῆς τῶν γλωσσῶν διαφορᾶς τὴν χάριν ἐδέξαντο. Λέγει τοίνυν, ὡς κατ' ἐκεῖνον τὸν καιρὸν, ἐν ᾧ τὴν τῆς οἰκουμένης αὐτοῖς διαιρεῖ βασιλείαν, καὶ τῷ μὲν τούτων τῶν ἐθνῶν, τῷ δὲ ἐκείνων προστάττειν κελεύει, λαμπρυνεῖ αὐτοὺς, καὶ χιόνι δείξει παραπλησίους· προλέγει δὲ καὶ τὸν τόπον, ἐν ᾧ ταῦτα γενήσεται. Σελμὼν γὰρ τὴν Ἱερουσαλὴμ ὠνόμασεν· ἐν ἐκείνῃ γὰρ διάγων ὁ τῶν ἀποστόλων χορὸς, τῆς τοῦ παναγίου Πνεύματος ἀπήλαυσε χάριτος. ιϛʹ. «Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον.» Οὓς ἐκάλεσε ζῶα, καὶ εὐαγγελιστὰς, καὶ βασιλεῖς, καὶ ὄρος ὀνομάζει. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·» οὕτω καὶ ὁ Ἡσαΐας βοᾷ· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου.» Πῖον δὲ αὐτὸ καὶ τετυρωμένον καλεῖ, ὡς πολλὴν τροφὴν ταῖς ἐν αὐτῷ νεμομέναις ἀγέλαις παρέχον, καὶ πολλὴν ὑπὸ τῆς θείας χάριτος δεξάμενον τὴν πιότητα. ιζʹ. «Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα; τὸ ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ.» Ὁ δὲ Ἀκύλας οὕτως· Εἰς τί ἐρίζετε, ὄρη ὠφρυωμένα, τὸ ὄρος ὃ ἐπεθύμησε ὁ Θεὸς τοῦ καθίσαι ἐπ' αὐτό; Πρὸς Ἰουδαίους ὁ προφητικὸς ἀποτείνεται λόγος, καὶ πρὸς τοὺς παρανόμους τῶν αἱρετῶν συλλόγους· οἳ Ἐκκλησίας σφᾶς ἑαυτοὺς ὀνομάζουσι· καί φησι, Τί ποτε ἐρίζειν καὶ παρισοῦσθαι ἀλα-