Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1388
Not analysed yet
ζονεύεσθε τῷ ὄρει, ὃ οἰκητήριον ἀπέφηνεν ὁ Θεός, «Καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.» Οὐ γὰρ ὡς παρ' ὑμῖν, ὦ Ἰουδαῖοι, ῥητόν τινα ᾤκησε χρόνον, οὕτως καὶ ἐν τούτῳ διάξει· ἀλλ' αἰώνιον ἐν τούτῳ σχήσει τὴν οἴκησιν. Τοῦτο γὰρ δηλοῖ τὸ, εἰς τέλος. ιηʹ. «Τὸ ἅρμα τοῦ Θεοῦ, μυριοπλάσιον χιλιάδες εὐθηνούντων.» Οὐ γὰρ ὡς παρ' ὑμῖν, ὦ Ἰουδαῖοι, ὀλίγους ἔσχεν ἁγίους, ὧν ἐπέβη, καὶ οἷς ἐκοινώνησεν, οὕτω καὶ νῦν σχήσει. Μυριοπλάσιοι γὰρ ἐκείνων, οἱ τῆς θείας ἐπιβάσεως ἄξιοι. Καὶ ἀριθμοῦ κρείττους χιλιάδας καὶ μυριάδας εὐθηνούντων, καὶ καρποφορούντων τῷ Θεῷ τὴν εὐσέβειαν, ἡ νέα ἔχει κληρονομία, ἰθυνομένας καὶ τῶν στεφάνων ἀξιουμένας, καὶ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπειγομένας. «Κύριος ἐν αὐτοῖς, ἐν Σιναῒ, ἐν τῷ ἁγίῳ» Ὁ ἐν τῷ Σινᾷ, φησὶ, τοῖς ἡμετέροις προγόνοις ἐπιφανεὶς, αὐτὸς καὶ τούτους ἡνιοχεῖ. Οὐ γὰρ ἄλλος ἐκεῖνος, καὶ ἄλλος οὗτος. «Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.» Οὕτω δείξας ὁ προφητικὸς λόγος καταβεβηκότα, καὶ καταλύσαντα τῶν πολεμίων τὸ στίφος, δείκνυσιν αὐτὸν ἀνιόντα, καὶ τοῖς πάλαι αἰχμαλώτοις τὴν ἐλευθερίαν δωρούμενον. ιθʹ. «Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν.» Ἡ ἀνάβασις δηλοῖ τὴν κατάβασιν· καὶ μάρτυς ὁ Ἀπόστολος λέγων· «Τὸ δὲ ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν.» ᾘχμαλώτευσε δὲ αἰχμαλωσίαν, τοὺς πάλαι γεγενημένους αἰχμαλώτους ἀπολαβών· καὶ οἱονεὶ ἀνταιχμαλωτίσας, καὶ τὴν ἐλευθερίαν αὐτοῖς δωρησάμενος. «Ἔλαβες δόματα ἐν ἀνθρώποις.» Ὁ Ἀπόστολος ἔδωκεν εἴρηκεν· ἀμφότερα δὲ γεγένηνται. Λαμβάνων γὰρ παρὰ τῶν προσιόντων τὴν πίστιν, δωρεῖται τὴν χάριν. [Οὕτω γὰρ ὁ τῶν ἀποστόλων πιστεύσας χορὸς, ὅτι Θεὸς ἐκ Θεοῦ ὑπάρχει, τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμος ἀνεδείχθη· οὕτω μυριάδες τῶν ἀθλοφόρων καὶ τῶν ἐπὶ πολιτείᾳ σεμνῶς βιοτευσάντων ὑπὲρ Θεοῦ ποιούμενοι τοὺς λόγους ἐδοξάσθησαν.] «Καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι.» Τοῦτο σαφέστερον ὁ Ἀκύλας ἡρμήνευσε, καίπερ ἀπειθεῖς τοῦ κατασκηνῶσαι. Οὐκ ἀπέβλεψας, φησὶν, εἰς τὴν προτέραν αὐτῶν ἀπείθειαν· ἀλλὰ καὶ ἀντιλέγοντας ὁρῶν, ἐπέμεινας εὐεργετῶν, ἕως αὐτοὺς οἰκητήριον οἰκεῖον ἀπέφῃνας.