Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1389
Not analysed yet
κʹ. «Κύριος ὁ Θεὸς εὐλογητός· εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν.» Εἰκότως ὁ Προφήτης εἰς ὑμνῳδίαν τὴν γλῶτταν ἐκίνησεν. Ἀεὶ, φησὶν, ὑμνεῖσθαι δίκαιος εἶ, τοσαύτῃ φιλανθρωπίᾳ χρησάμενος. «Κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν.» Ὁ τὴν σωτηρίαν ἡμῖν, φησὶ, δωρησάμενος, οὗτος ἡμῖν καὶ τὴν ὁδὸν ἐξομαλίσει, ὥστε τοσούτων μὴ διαμαρτεῖν ἀγαθῶν. καʹ. «Ὁ Θεὸς ἡμῶν ὁ Θεὸς τοῦ σώζειν.» Παρέξει δὲ τοῦτο σωτηρίας ὑπάρχων πηγή. «Καὶ τοῦ Κυρίου Κυρίου, αἱ διέξοδοι τοῦ θανάτου.» Αὐτὸς γὰρ διήνοιξεν ἡμῖν καὶ τὴν ἀδιεξόδευτον τοῦ θανάτου φρουρὰν, καὶ συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασε. Καὶ τοῦτο διὰ τῶν ἐπαγομένων ἐδήλωσε· κβʹ. «Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὑτοῦ· κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὑτῶν.» Ἤνοιξεν ἡμῖν, φησὶ, τοῦ θανάτου τὰς θύρας, συνθλάσας τὰς τῶν ἐχθρῶν κεφαλὰς, τῶν διερευνωμένων τῶν ἀνθρώπων τὰς πλημμελείας, καὶ μηδὲ τῆς κεφαλῆς τὰς τρίχας ἀνερευνήτους ἀνεχομένων καταλιπεῖν. Λέγει δὲ διὰ τῆς τριχὸς, τὸ σμικρότατον πλημμέλημα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοῖς ἁμαρτάνουσιν ὁ Θεὸς ὥρισε τὸν θάνατον ἐπιτίμιον. Διερευνῶν δὲ ὁ διάβολος, οἷόν τις πικρὸς δήμιος, τῶν ἀνθρώπων τὸν βίον, οὐδὲ τὸ σμικρότατον ἀνέχεται παριδεῖν, ἀλλὰ τῷ θανάτῳ παραπέμπει τὴν φύσιν. Τὴν αὐτὴν τοίνυν περικείμενον φύσιν θεασάμενος τὸν Δεσπότην Χριστὸν, προσῆλθεν ἐπιζητῶν τοῦ θανάτου τὰ αἴτια. Τοῦτο γὰρ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Ἀλλ' ὅμως καὶ μηδὲν εὑρὼν, ἀδίκως τῷ θανάτῳ παρέδωκε. Τοῦτο τὸ ἀδίκημα ἐκείνου μὲν τὸ κράτος κατέλυσε, τοῖς δὲ ἀνθρώποις τὸν ᾅδην ἠνέῳξεν· ἅπερ ἐν τοῖς Περὶ τῆς Προνοίας λόγοις διὰ πλειόνων ἐῤῥήθη. Καὶ ὁ θεῖος δὲ Ἀπόστολος τὸν διάβολον ἔχειν ἔφη τοῦ θανάτου τὸ κράτος. κγʹ. «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω· ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.» Ὁ δὲ Σύμμαχος οὕτως· Εἶπε Κύριος, Ἀπὸ Βασὰν ἐπιστρέψω, ἀπὸ βυθῶν θαλάσσης. Ἡ Βασὰν δὲ ἑρμηνευομένη τὴν αἰσχύνην δηλοῖ. Αἰσχύνη δὲ τῆς ἁμαρτίας καρπός. Ἀπὸ ταύτης τοίνυν ἡμᾶς ὁ τῶν ὅλων