Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1392
Not analysed yet
Θεὸς ἐπιστρέψει· καὶ ἀπὸ τῶν τῆς θαλάσσης βυθῶν. Τίς δὲ ὁ τῆς θαλάσσης βυθὸς, αὐτὸς διδάσκει ὁ Προφήτης. βοῶν, «Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων.» [Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός.] κδʹ. «Ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι· ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ' αὐτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὅπως ἂν συγκατεάξῃ ὁ πούς σου μετὰ αἵματος, καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου. Ἐπειδὴ γὰρ ἔδειξε τὸν τῶν ὅλων Θεὸν, οἷόν τινα ἀριστέα, τοὺς πολεμίους καταγωνιζόμενον, καὶ τοὺς ἀδίκως δεδουλωμένους ἐλευθεροῦντα, διαγράφει τῷ λόγῳ, καὶ αἱμάτων ῥύακας, καὶ συμπατουμένους νεκροὺς, καὶ τούτους ἀτάφους ἐῤῥιμμένους, καὶ κυσὶ βορὰν προκειμένους. Οὕτω καὶ διὰ Ἡσαΐου βοᾷ· «Ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐδεὶς ἦν μετ' ἐμοῦ· συνεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου, [καὶ συνέθλασα αὐτοὺς ἐν τῇ ὀργῇ μου,] καὶ κατήγαγον εἰς γῆν τὸ αἷμα αὐτῶν· καὶ κατεῤῥαντίσθη τῷ κατανικήματι αὐτῶν τὰ ἱμάτιά μου.» κεʹ. «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός· αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως, τοῦ ἐν τῷ ἁγίῳ.» Πορείας τοῦ ἁγίου τὰς οἰκονομίας καλεῖ, ἅγιον δὲ, τὸν ἐκ σπέρματος Δαβὶδ ἀνειλημμένον ναόν. Δήλη, φησὶ, πᾶσιν ἀνθρώποις ἡ σὴ γέγονε προμήθεια, καὶ τὰς διαφόρους σου οἰκονομίας διέγνωσαν ἅπαντες. κϛʹ. «Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.» Ἐντεῦθεν λοιπὸν τῶν Ἐκκλησιῶν τὴν εὐφροσύνην διδάσκει. Ἄρχοντας δὲ καλεῖ τοὺς ἱεροὺς ἀποστόλους, ὡς τούτων ἀρχιτέκτονας γενομένους, νεανίδας δὲ τυμπανιστρίας, τὰς τὴν παρθενίαν ἀσκούσας, καὶ τὴν θείαν μελῳδίαν τῷ Θεῷ προσφερούσας Εἶτα σαφέστερα τὰ εἰρημένα ποιεῖ. κζʹ. «Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.» Ἔδειξε τῆς παλαιᾶς διαθήκης τὴν παῦλαν· εἶς γὰρ ἦν ὁ τῶν Ἰουδαίων ναός· ἐνταῦθα δὲ τῶν ἐκκλησιῶν προθεσπίζει τὸ πλῆθος· ἐν αἷς ἐκ τῶν Ἰσραηλιτικῶν πηγῶν ὑμνεῖσθαι κελεύει τὸν τῶν ὅλων Κύριον. Πηγαὶ δὲ Ἰσραὴλ εἰκότως ἂν κληθεῖεν αἱ προφητικαὶ βίβλοι, ἐξ ὧν τῷ Θεῷ τὴν μελῳδίαν προσφέρομεν. Ἐπειδὴ δὲ πρὸς ταῖς