Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1393
Not analysed yet
προφητικαῖς καὶ τὰς ἀποστολικὰς ἡμῖν πηγὰς ἐδωρήσατο, εἰκότως ἐπάγει· κηʹ. «Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει.» Ὁ δὲ Ἀκύλας, Ἐκεῖ Βενιαμὶν βραχὺς, ἐπικρατῶν αὐτῶν· κατὰ δὲ τὸν Θεοδοτίωνα, παιδευτὴς αὐτῶν. Βενιαμὶν δὲ νεώτερος, ὁ μακάριος Παῦλος, ὁ ἐκ τῆς Βενιαμίτιδος βλαστήσας φυλῆς· νεώτερος, ὡς μετὰ πάντας κληθεὶς καὶ προσαγορευόμενος· ἄλλως τε καὶ νεανίαν αὐτὸν ἡ τῶν Πράξεων ἱστορία καλεῖ. Οὗτος ἐπικρατεῖ τῆς Ἐκκλησίας, καὶ παιδεύει τὰ θεῖα, καὶ ποδηγεῖ πρὸς σωτηρίαν τοὺς βουλομένους. Ἐγένετο δὲ καὶ ἐν ἐκστάσει μαθὼν ἐν οὐρανοῖς εἶναι τὸν ὑπ' αὐτοῦ διωκόμενον, καὶ νεκρὸν νομιζόμενον. Ἐπειδὴ δὲ οὐ μόνον ὁ μακάριος Παῦλος, ἀλλὰ καὶ ὁ λοιπὸς τῶν ἀποστόλων χορὸς, τὰ θεῖα τοὺς πιστεύοντας ἐκπαιδεύει, εἰκότως καὶ τούτων ὁ προφητικὸς ἐμνημόνευσε λόγος. «Ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ.» Ἐκ γὰρ τούτων τῶν φυλῶν τὸ γένος οἱ λοιποὶ κατῆγον ἀπόστολοι. Καὶ οἱ μὲν καλούμενοι ἀδελφοὶ τοῦ Κυρίου, τὴν Ἰούδα φυλὴν πάντως εἶχον πηγήν. Πέτρος δὲ, καὶ Ἀνδρέας, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ Φίλιππος, ἀπὸ Βεθσαϊδᾶ τῆς κώμης ἐτύγχανον ὄντες. Ματθαῖος δὲ καὶ Ἰάκωβος ἐν τῇ Καπερναὺμ διάγειν ἱστόρηνται. Σίμων ὁ ζηλωτὴς Χανανίτης ὠνόμασται. Ταῦτα δὲ πάντα χωρία τῆς Γαλιλαίας ἐστί. Ζαβουλὼν δὲ καὶ Νεφθαλεὶμ ἐκεῖνον εἶχον τὸν κλῆρον. Καὶ τούτου μάρτυρες δύο· ὁ μὲν προφήτης, ὁ δὲ εὐαγγελιστής· ὁ μὲν προλέγων, ὁ δὲ τὴν μαρτυρίαν προφέρων. Φασὶ δὲ οὕτως· «Γῆ Ζαβουλὼν, καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ τὴν παραλίαν κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα.» κθʹ, λʹ. «Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν. Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλήμ.» Ὁ δὲ Σύμμαχος οὕτως· Πρόσταξον, ὁ Θεὸς, περὶ ἰσχύος σου· ἐνίσχυσον, ὁ Θεὸς, τοῦτο ὃ ἐποίησας ἡμῖν, διὰ τὸν ναόν σου τὸν ἐπάνω τῆς Ἱερου-