Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1396
Not analysed yet
σαλήμ. Βεβαίωσον, φησὶν, ἣν ἐδωρήσω, Δέσποτα, χάριν, διὰ τὸν ναόν σου, ὃν ἐξ ἡμῶν ἀνείληφας· ὃν ἐκάθισας ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἱερουσαλὴμ γὰρ τὴν ἄνω πόλιν καλεῖ, περὶ ἧς ὁ μακάριος Παῦλος λέγει· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν· ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Αἰτοῦσι τοίνυν διὰ τὴν πρὸς τὸν ναὸν συγγένειαν, τὴν δεδομένην βεβαιωθῆναι χάριν· καὶ διὰ τὴν ἀπαρχὴν, τῆς παρασχεθείσης δωρεᾶς ἀπολαῦσαι τὸ φύραμα. Ἐντεῦθεν προλέγει καὶ τὴν τῶν βασιλέων μεταβολήν. «Σοὶ οἴσουσι βασιλεῖς δῶρα.» Τοῦ γὰρ διώκειν παυσάμενοι, τὸ πρέπον ὡς Θεῷ προσοίσουσι σέβας· καὶ ὥσπερ αὐτοὶ δασμὸν παρὰ τῶν ὑπηκόων λαμβάνουσιν, οὕτως αὐτοὶ, καθάπερ δοῦλοι καὶ ὑπήκοοι, δῶρά σοι προσκομιοῦσι. Καὶ τούτου μάρτυρες οἱ ὀφθαλμοὶ θεωροῦντες τὴν τῆς προφητείας ἀλήθειαν. λαʹ. «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.» Ἔνια δὲ τῶν ἀντιγράφων δρυμοῦ ἔχει. Εἴτε δὲ δρυμὸς, εἴτε κάλαμος, ἡ ἀκαρπία διὰ τούτων σημαίνεται. Ταῦτα δὲ οἰκητήριον ἔχει τὰ ἀνόητα θηρία, ἃ καὶ διὰ τῆς θείας ἐπικλήσεως ὁ Προφήτης [ἡμᾶς] ἐξελαύνειν ἐδίδαξεν. «Ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν, τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ.» Ταύρους καλεῖ τὴν τῶν Ἰουδαίων πληθὺν, διὰ τὴν συνήθη θρασύτητα· δαμάλεις δὲ λαῶν τοὺς ἐξ ἐθνῶν πεπιστευκότας ὠνόμασε, διὰ τὸ νέον τῆς κλήσεως. Προλέγει τοίνυν ὁ προφητικὸς λόγος, τὰς ἐν ἀρχῇ τοῦ κηρύγματος κατὰ τῶν εὐσεβῶν γεγενημένας τῶν Ἰουδαίων ἐπαναστάσεις. Τοῦτο δὲ, φησὶ, δρῶσιν, ἐκκλεῖσαι αὐτοὺς βουλόμενοι, καὶ τῆς δεδομένης εὐκληρίας στερῆσαι· οἵ τινες δίκην ἀργυρίου πυρωθέντες, ἀπεφάνθησαν δόκιμοι. Τοῦτο περὶ αὐτῶν καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς· ἀλλ' ἐκκλεῖσαι ὑμᾶς θέλουσιν.» Ἐπειδὴ δὲ καὶ ἐν τοῖς ἔθνεσιν ἦσαν οἱ ἀντιλέγοντες, καὶ παντοδαπὰς ἁγίων σφαγὰς ἐργαζόμενοι, εἰκότως καὶ περὶ τούτων φησί· «Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» Οὕτω περὶ τῶν ἀντιλεγόντων θεσπίσας, μεταφέρει τὸν λόγον εἰς τοὺς πιστεύσαντας.