Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1397
Not analysed yet
λβʹ. «Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου.» Τῆς Αἰγύπτου δὲ προτέρας ἐμνημόνευσεν, ὡς τῆς ἀσεβείας ἀναδησαμένης πάλαι τὸ κράτος. Μέμνηται δὲ αὐτῶν καὶ ἡ τῶν Πράξεων ἱστορία, διηγουμένη τοὺς συνειλεγμένους κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν, ἐν ᾗ τοῦ παναγίου Πνεύματος τοῖς ἀποστόλοις ἐπεφοίτησεν ἡ χάρις. «Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.» Τέλους καὶ τοῦτο τετύχηκε. Καὶ μάρτυς ὁ εὐνοῦχος Κανδάκης τῆς βασιλίσσης τῶν Αἰθιόπων, ὃν ὁ Φίλιππος πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν. Εἶτα πάσης τῆς οἰκουμένης τὰς βασιλείας καλεῖ. λγʹ. «Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ· ψάλατε τῷ Κυρίῳ.» Ἅπαντες, φησὶν, οἱ κατὰ τὴν οἰκουμένην, δέξασθε τῆς θεογνωσίας τὸ φῶς· καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας προσενέγκατε ὑμνῳδίαν. λδʹ. «Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς.» Ὁ γὰρ Δεσπότης Χριστὸς οὐ μόνον εἰς τὸν ὁρώμενον οὐρανὸν ἀνελήλυθεν, ἀλλὰ καὶ εἰς τὸν ὑπέρτερον, καὶ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης, ἐν ὑψηλῷ ὑπερῴῳ τῆς οἰκείας ἀνατολῆς, τὰς ἀκτῖνας πᾶσι καταπέμπων ἀνθρώποις.» Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Σημαίνει δὲ διὰ τούτων, τὴν μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος ἡμῶν γενομένην τοῦ παναγίου Πνεύματος ἐπιφοίτησιν. Δύναμιν γὰρ ταύτην καὶ ὁ Κύριος προσηγόρευσε. «Μείνατε γὰρ, φησὶν, ἐν τῇ πόλει ταύτῃ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους.» Ταύτης δὲ τῆς φωνῆς καὶ ὁ μακάριος μέμνηται Λουκᾶς λέγων· «Ἐγένετο δὲ φωνὴ ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι.» λεʹ. «Δότε δόξαν τῷ Θεῷ.» Ἔοικε τοῦτο τῇ τοῦ Ἀποστόλου νομοθεσίᾳ. «Δοξάσατε γὰρ, φησὶ, τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστιν αὐτοῦ.» Τοὺς γὰρ τοσούτων ἀπολαύοντας δίκαιον διὰ πάντων τὸν εὐεργέτην δοξάζειν. «Ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ· καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.» Ἐξ Ἰσραὴλ γὰρ τὸ γένος κατάγοντες οἱ ἱεροὶ ἀπόστολοι, τὴν τοῦ Θεοῦ μεγαλουργίαν δι' ὧν εἰργάζοντο θαυμάτων ὑπέδειξαν· καὶ οἱ μετ' ἐκείνους δὲ τὸ δι-