Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1400
Not analysed yet
δασκαλικὸν δεξάμενοι χάρισμα, καθάπερ τινὲς νεφέλαι ἐκ τῆς τοῦ παναγίου Πνεύματος θαλάττης τὸν ὑετὸν ἀνιμώμεναι, τὴν ἀρδείαν τοῖς ἀνθρώποις προσφέρουσι. λϛʹ. «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὑτοῦ.» Καὶ ἄλλοι δὲ, φησὶν, ἅπαντες τῆς ἀρετῆς ἐρασταὶ τὸν Θεὸν ὑμνεῖσθαι παρασκευάζουσι, κατὰ τὴν τοῦ Κυρίου φωνὴν τὴν λέγουσαν· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν οὐρανοῖς.» —»Ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὑτοῦ.» Οὐχ ἁπλῶς δὲ ἐνταῦθα τοῦ Ἰσραὴλ ἐμνημόνευσεν· ἀλλ' ἐπειδὴ δείσας ὁ Ἰακὼβ τὸν Ἠσαῦ, εἶτα τῆς θείας ἐπιφανείας ἀξιωθεὶς, ἀνεῤῥώσθη, καὶ τὸ δέος τῆς διανοίας ἐξέβαλε. Διδάσκει δὲ ἡμᾶς ὁ λόγος, ὅτι ὁ ἐκεῖνον ἰσχυρὸν ἀποφήνας, καὶ κρείττονα δείξας τῶν δυσμενῶν, αὐτὸς τὸν νέον αὑτοῦ κραταιώσει λαὸν, καὶ ἄμαχον ἐργάσεται καὶ ἀήττητον. «Εὐλογητὸς ὁ Θεός.» [Ἀλλ' ἀκούων, φιλομαθέστατε, Θεὸν καὶ Θεὸν πολλάκις εἰρημένον καὶ Κύριον καὶ Σωτῆρα, μὴ ἄλλον ὑπολάβῃς. Οὐδὲ γάρ ἐστιν, οὐκ ἔστιν εἰ μὴ μόνος Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα· ἀλλ' οὐ τριθεΐᾳ, ἄπαγε· ὡς πολλάκις ἡμῖν εἴρηται. Τὸ γὰρ Θεὸς ὄνομα καὶ τὸ Κύριος καὶ τὸ Βασιλεὺς καὶ τὸ Δημιουργὸς καὶ τὸ Παντοκράτωρ, καὶ ὅσα τοιαῦτα, ἐπὶ τῆς ἀδιαιρέτου λαμβάνεται Τριάδος.] Ἁρμόδιον τῷ ψαλμῷ τὸ τέλος. Ἔδει γὰρ τῶν τοσούτων ἀγαθῶν τὴν διήγησιν ὕμνῳ θείῳ συμπερανθῆναι. ΕΡΜΗΝ. ΤΟΥ ΞΗʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· ψαλμὸς τῷ Δαβίδ.» Ἀλλοίωσίν τινων πραγμάτων ὁ ψαλμὸς προσημαίνει. Εἴρηται μὲν γὰρ εἰς τοὺς εἰς Βαβυλῶνα μετανάστας Ἰουδαίους· καὶ ὡς ἐξ ἐκείνων προσευχομένων, καὶ τὴν ἀπαλλαγὴν αἰτούντων, ἐσχημάτισται. Προθεσπίζει δὲ ὅμως καὶ τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ τὴν ἐπάνοδον, καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομὴν, καὶ ἁπαξαπλῶς τῆς Ἰουδαίας τὴν προτέραν εὐημερίαν. Ἔχει δὲ καὶ προφητείαν τῶν δεσποτικῶν [τοῦ Θεοῦ λέγω καὶ Σωτῆρος ἡμῶν] παθημάτων, καὶ τῆς διὰ ταῦτα καταληψομένης Ἰουδαίους πανωλεθρίας. Ἐπειδὴ γὰρ ἃ παρὰ τῶν δυσμενῶν ὑπέμειναν, ταῦτα κατὰ τοῦ εὐεργέτου καὶ Σωτῆρος ἐτόλμησαν, ἃ τοῖς ἐχθροῖς ἐπηράσαντο, ταῦτα κατ' αὐτῶν ὁ δίκαιος κριτὴς ἐψηφίσατο.