Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1401
Not analysed yet
βʹ. «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» Ἡ τῶν εὐσεβεστέρων συμμορία προσφέρει τὴν ἱκετείαν. Ὕδατα δὲ καλεῖ τῶν συμφορῶν τὸ πλῆθος. Πάντοθεν, φησὶ, τοῖς ἀνιαροῖς περικλύζομαι. γʹ. «Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις.» Ὁ δὲ Σύμμαχος· Ἐβαπτίσθην εἰς ἀπεράντους καταδύσεις, καὶ οὐκ ἔστι στάσις· ἐκ μεταφορᾶς τῶν εἰς τὸν τῆς θαλάσσης ἐμπιπτόντων βυθὸν, καὶ ἐπιπλεῖστον καταφερομένων, καὶ μόγις τῆς ἕδρας ἐφικνουμένων. Δηλοῖ δὲ διὰ τούτων τὸ μέγεθος τῶν συμβεβηκότων τοῖς ἀνδραποδισθεῖσι κακῶν. «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ποικίλλει τὸν λόγον ταῖς διαφόροις εἰκόσιν, οὐχ εὑρίσκων ἀξίαν εἰκόνα τῶν κατεχόντων ἀνιαρῶν. δʹ. «Ἐκοπίασα κράζων· ἐβραγχίασεν ὁ λάρυγξ μου.» Διηνεκῶς, φησὶ, ποτνιώμενος βοῶ, ὡς καὶ αὐτὰ καμεῖν τὰ ὄργανα τῆς φωνῆς. Κραυγὴν δὲ τὴν ἐπίτασιν λέγει τῆς κατὰ διάνοιαν προσευχῆς. «Ἐξέλιπον οἱ ὀφθαλμοί μου, ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου.» Ἐκ μεταφορᾶς δὲ αὐτὸ τέθεικε τῶν συνήθη τινὰ καὶ γνώριμον ἐξ ἀποδημίας ἐπανιόντα προσμενόντων, καὶ τὰς ὁδοὺς περισκοπούντων. Ἀπέκαμον, φησὶν, ἀναμένων τὴν σὴν βοήθειαν. Εἶτα ἃ τροπικῶς ἄνω τέθεικε, διδάσκει σαφέστερον. εʹ. «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν. Ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντές με ἀδίκως.» Ἀλλὰ μηδεὶς ὑπολάβοι τῶν φιλομαθεστέρων, εἰρῆσθαι ἐκ προσώπου τοῦ Θεοῦ καὶ Σωτῆρος ταῦτα. Οὐδὲ γὰρ εἴρηται, οὐκ εἴρηται, εἰ μὴ ἐκ προσώπου, ὡς ἀνωτέρω ἡμῖν ἐσχεδίασται, τῶν ἀνδραποδισθέντων ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ τὴν Βαβυλῶνα. Λέγει δὲ ὅτι Καὶ ἀριθμὸν νικῶσιν οἱ δυσμενεῖς, καὶ δυναστείᾳ περίκεινται, καὶ ἀπεχθάνονται πρός με, αἰτίαν ἐμοῦ τοῦ μίσους οὐ δεδωκότος. «Ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον.» Ὧν οὐκ ἠδίκησα, δίκας εἰσπράττομαι. Οὐ γὰρ ὡς ἅρπαξ, ἢ ἀδικήσας, φησὶν ὁ λαὸς, ταῦτα ἐξηνδραπόδισμαι παρ' αὐτῶν. ϛʹ. «Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου· καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.» Πάντα, Δέσποτα, σὺ γινώσκεις, καὶ λέληθέ σε γινομένων οὐδέν. Οἶδας τοιγαροῦν, ὡς εἰς ἐκείνους μὲν οὐδὲν ἐπλημμέλησα· τοὺς δὲ σοὺς παραβέβηκα νόμους. Τούτῳ ἔοικε τὸ, «Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.» ζʹ. «Μὴ αἰσχυνθείησαν ἐπ' ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων. Μηδὲ ἐντραπείησαν ἐπ' ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦ Ἰσραήλ.» Μὴ