Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1404
Not analysed yet
γένωμαι, φησὶ, βλάβης τοῖς ἄλλοις ἀρχέτυπον, προσμείνας μὲν τὴν παρὰ σοῦ σωτηρίαν, διαμαρτὼν δὲ τῆς ἐλπίδος σου. Ἀλλὰ μαθέτωσαν διὰ τῶν περὶ ἐμὲ γενομένων, οἱ τὴν σὴν ἔχοντες γνῶσιν, ὡς τῶν ἐλπιζόντων εἰς σὲ σωτηρίας, καὶ οὐκ αἰσχύνης ὑπάρχεις καρπός. ηʹ. «Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν· ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.» Αἰσχύνης ἀναπίμπλαμαι τὰ σὰ ὀνείδη δεχόμενος· ἐπικερτομοῦσι γάρ με συνεχῶς οἱ πολέμιοι, σὴν ἀσθένειαν τὴν ἐμὴν δουλείαν ἀποκαλοῦντες, θʹ. «Ἀλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Ἀπαριθμεῖται τῆς ἀχθηδόνος τὰς ἀφορμὰς, διεγείρων εἰς ἔλεον τὸν φιλάνθρωπον Θεόν. Καὶ πρότερον μὲν τέθεικε τῶν δυσσεβῶν τὰ ὀνείδη, εἶτα τῶν συγγενῶν καὶ συνήθων τὸν χωρισμόν. Ὡς δωρυάλωτοι γὰρ, καὶ δουλεύειν ἠναγκασμένοι, κατὰ συγγενείας οὐ συνεχωροῦντο διάγειν. ιʹ. «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με· καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἔπεσον ἐπ' ἐμέ.» Οὐχ ἥκιστα δέ με ἀνιᾷ καὶ ἀλγύνει τοῦ ἁγίου σου οἴκου ἡ ἐρημία, καὶ τῶν δυσσεβούντων ὁ γέλως. Οὐ γὰρ τῇ ἐμῇ πλημμελείᾳ, τῇ δὲ σῇ ἀσθενείᾳ, τὰ εἰς ἐκεῖνον γεγενημένα λογίζονται. Διόπερ ταῖς κατὰ σοῦ βλασφημίαις κεντοῦμαι, ὡς τούτων γενόμενος πρόξενος. Τὸ μέν τοι κατέφαγέ με, κατηνάλωσέ με, εἴρηκεν ὁ Σύμμαχος. ιαʹ, ιβʹ. «Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.» Ἐπὶ τούτοις ἀνιῶμαι, καὶ νηστείᾳ κατατήκω τὸ σῶμα. Ἀλλὰ καὶ τοῦτο πρόφασις ἐκείνοις ἐγένετο γέλωτος. Τρύχω δὲ ἐμαυτὸν, καὶ τῇ τοῦ σάκκου περιβολῇ τὸ πένθιμον περικείμενος σχῆμα. Καὶ τοῦτο μέν τοι κωμῳδίας ἔλαβον ἀφορμὴν οἱ παράνομοι.» ιγʹ. «Κατ' ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον.» Καὶ ἐν συλλόγοις, φησὶ, καὶ ἐν συμποσίοις, τὰ ἐμὰ θρυλλοῦσι καὶ κωμῳδοῦσι κακά. Πάλαι γὰρ παρὰ τὰς πύλας τοῖς συνεδρίοις ἐχρῶντο. ιδʹ. «Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἐμοῦ δὲ ἡ προσευχή σοι, Κύριε. Τούτων, φησὶ, γινομένων, ἐγὼ πρὸς σὲ τείνω τὸ ὄμμα, καὶ τὴν παρὰ σοῦ προσμένω βοήθειαν. «Καιρὸς εὐδοκίας, ὁ Θεός.» Ὁ δὲ Σύμμαχος οὕτως, Καιρὸς διαλλαγῆς ὁ Θεός. Ἱκανὴ, φησὶ, ἡ ἐπενεχθεῖσά μοι τιμωρία. Καιρὸς ταύτην λυθῆναι, καὶ τὴν σὴν φιλανθρωπίαν ἀναφανῆναι. Εὐδοκίαν γὰρ τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ κα-