Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1405
Not analysed yet
λεῖ. «Ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου· ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.» Μὴ τοῖς ἐμοῖς πλημμελήμασι μετρήσῃς τὴν τιμωρίαν, ἀλλὰ τῷ ἀμετρήτῳ τῆς σῆς φιλανθρωπίας ἐλέῳ. Χρῆσαι δὲ τῇ ἀληθῇ καὶ δικαίᾳ σου ψήφῳ κατὰ τῶν εἰς ἐμὲ τοσαῦτα δρώντων κακά. Εἶτα τροπικῶς πάλιν ἀπαριθμεῖται τὰς συμφορὰς, ἀνακινεῖν πειρώμενος τῇ διηγήσει τὸν ἔλεον. ιεʹ. «Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ.» Ἔοικα τοῖς εἰς βόθρον τελματώδη πίπτουσι, καὶ θάνατον ὑπομένουσι· διὸ παρὰ σοῦ τὴν σωτηρίαν αἰτῶ. «Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων.» Αἰτῶ δὲ ἀπαλλαγῆναι καὶ τῶν πολεμίων, καὶ τῶν ὑπὸ τούτων ἐναγομένων κακῶν. Βάθος γὰρ ὑδάτων τὰς ὑπ' ἐκείνων ἐπαγομένας ἐκάλεσε τιμωρίας. ιϛʹ. «Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός.» Μὴ γένωμαι, φησὶ, τῷ πλήθει καὶ τῷ μεγέθει τῶν κακῶν ὑποβρύχιος. «Μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὑτοῦ.» Μὴ ἀπαγορεύσῃς, φησὶ, Δέσποτα, τὴν ἐμὴν σωτηρίαν· μηδὲ κλείσῃς μοι τῆς φιλανθρωπίας τὴν θύραν. Οἱ γὰρ εἰς φρέαρ ἐμπίπτοντες, ἀνεῳγότος μὲν ἔχουσι τοῦ στόματός τινα μικρὰν ἐλπίδα τῆς ἐκεῖθεν ἀπαλλαγῆς· ἐμφραγέντος δὲ καὶ τούτου, τὴν σωτηρίαν ἀπαγορεύουσιν. ιζʹ. «Εἰσάκουσόν μου, Κύριε· ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ' ἐμέ.» Διὰ τὴν σὴν φιλανθρωπίαν, οὐ διὰ τὴν ἐμὴν ἀξίαν, ὧν ἀφηγησάμην κακῶν τὴν ἀπαλλαγὴν ἐπάγαγε. Βλέπε με τοίνυν περικλυζόμενον τοῖς κακοῖς, καὶ λῦσον τὰς συμφοράς. Ἀρκεῖ γάρ σου καὶ μόνον ἡ ἐπιφάνεια, σκεδάσαι τὸ νέφος τῶν λυπηρῶν. ιηʹ. «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου.» Τοῦτο γὰρ ἔθος τοῖς ὀργιζομένοις ποιεῖν, ἀποσειομένοις τῶν ἡμαρτηκότων τὰς ἱκετείας. «Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου.» Διὰ τὴν τῆς ὀδύνης ὑπερβολὴν ταχεῖαν μοι παράσχου παραψυχήν. ιθʹ. «Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.» Ἀρκεῖς γὰρ καὶ μόνῃ τῇ θέᾳ διαλῦσαι τὰ σκυθρωπά. «Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.» Ὑπερβαίνει μὲν συγγνώμην τὰ ἐμὰ πλημμελήματα· ἀλλὰ δυσσεβεῖς οἱ πολέμιοι, καὶ πονηρίᾳ δουλεύοντες. Διὰ γοῦν τὰ παρ' ἐκείνων ὀνείδη, τῆς σῆς μοι μετάδος, Δέσποτα, φιλανθρωπίας. Τοῦτο γὰρ καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσε. κʹ, καʹ. «Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου, καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου. Ἐναν-