Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1408
Not analysed yet
τίον σου πάντες οἱ θλίβοντές με» Οὐδέν σε λέληθε τῶν γινομένων, ἀλλὰ πάντα ὁρᾷς· καὶ τὰ ἐκείνων ὀνείδη, καὶ τὴν ἐμὴν αἰσχύνην· καταδύομαι γὰρ καὶ ἀνιῶμαι ἅμα παρ' ἐκείνων ὀνειδιζόμενος. «Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν· καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε· καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. Τοσαύταις γὰρ πανταχόθεν ὀδύναις βαλλόμενος, καὶ ἕτερα δὲ προσμένων ἀνιαρώτερα, οὐδεμίαν ἔχω παραψυχήν. Ἀλλ' οἱ μὲν ἀνιῶντες νικῶσι τὸν ἀριθμόν· ὁ δὲ ψυχαγωγῶν, καὶ τῇ κοινωνίᾳ τῆς λύπης κουφοτέραν τὴν ἀθυμίαν ποιῶν, οὐκ ἔστι. κβʹ. «Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν· καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Καὶ αὐτήν μοι, φησὶ, τὴν τροφὴν πικρὰν καὶ ἀνιαρὰν κατεσκεύασαν· ἀνήδονος γὰρ τοῖς μετ' ὀδύνης ἐσθίουσι καὶ ἡδίστη τροφή. κγʹ. «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον.» Καὶ τὴν αὐτῶν τοίνυν εὐφροσύνην εἰς συμφορὰς μετέβαλε, Δέσποτα· καὶ οἷς ἔδρασαν περιπέσοιεν. Τράπεζαν γὰρ τὴν εὐφροσύνην ἐκάλεσε· τὰς δὲ τιμωρίας, παγίδα. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Γένοιτο ἡ τράπεζα αὐτῶν ἔμπροσθεν αὐτῶν εἰς παγίδα, καὶ εἰς τιμωρίαν, ὥστε συλληφθῆναι. κδʹ. «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν.» Ἐπάγαγε αὐτοῖς τὸ ζοφῶδες νέφος τῶν συμφορῶν. «Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.» Δουλείαν αὐτῶν καταψήφισαι, Δέσποτα· ἵνα οἷς ποιοῦσι περιπέσωσιν, εἰς ἐπίπονον ἐργασίαν συγκεκυφότες ἀεί. κεʹ. «Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου· καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.» Πᾶσαν αὐτοῖς, φησὶν, ἐπάφες τὴν τῆς τιμωρίας ὀργὴν, καὶ ταχεῖαν καὶ διαρκῆ ἐπάγαγε συμφοράν. Διὰ γὰρ τοῦ θυμοῦ τὸ ταχὺ δεδήλωκε· τοιοῦτος γὰρ ὁ θυμός· διὰ δὲ τῆς ὀργῆς, τὸ ἐπίμονον· τοιαύτη γὰρ ἡ τῆς ὀργῆς φύσις. Ὁ γὰρ θυμὸς ὀξύς ἐστι καὶ ὀλιγοχρόνιος, ἡ δὲ ὀργὴ, βραδυτέρα μὲν, μονιμωτέρα δέ. Θυμὸν τοίνυν ὀργῆς τὴν ὀξεῖαν καὶ ἐπίμονον ἐκάλεσε τιμωρίαν. κϛʹ. «Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη· καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν.» Διὰ πάντων δὲ τὴν δικαίαν ψῆφον αἰτεῖ· καὶ οἷς δεδράκασιν ὑποβληθῆναι αὐτοὺς ἱκετεύει. Ἐπειδὴ γὰρ καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὰς ἄλλας τῆς Ἰουδαίας πόλεις πορθήσαντες, ἐρήμους ἀπέφήναν [οἱ Χαλδαῖοι], ταῦτα παθεῖν καὶ τὴν