Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1409
Not analysed yet
αὐτῶν ἱκετεύει πατρίδα· καὶ τετύχηκε τῆς αἰτήσεως. Ἔρημος γὰρ καὶ γέγονε καὶ μεμένηκεν ἡ Βαβυλὼν, μέχρι καὶ τήμερον· εἰδέναι μέν τοι προσήκει, ὡς ἅπερ ᾔτησαν Ἰουδαῖοι Βαβυλωνίους παθεῖν, δυσσεβείᾳ καὶ πονηρίᾳ κατ' αὐτῶν κεχρημένους, ταῦτα πεπόνθασιν αὐτοὶ, κατὰ τοῦ εὐεργέτου καὶ Σωτῆρος λυττήσαντες. Βαβυλώνιοι μὲν γὰρ αὐτοῖς πικρὰν εἰργάσαντο τὴν τροφήν· οὐ τοιαύτην αὐτοῖς δεδωκότες τροφήν· ἀλλὰ τῇ ἐπιπόνῳ δουλείᾳ τὴν ἔμφυτον τῆς τροφῆς ἡδονὴν ἀφελόμενοι. Ἰουδαῖοι δὲ οὐκ ἀδικούμενοι, ἀλλὰ παντοδαπὰς εὐεργεσίας δεχόμενοι, αὐτῷ τῷ εὐεργέτῃ προσήνεγκαν τὴν χολὴν, καὶ αὐτὸ τὸ ὄξος, οἷόν τις ἀμπελὼν ἐπιζήμιος. Οὗ δὴ χάριν ταῖς αὐταῖς ὑπεβλήθησαν τιμωρίαις, καὶ ἐγένετο ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Ἀντὶ γὰρ τῆς προτέρας εὐκληρίας δουλείαν κατεψηφίσθησαν· καὶ οἱ ὀφθαλμοὶ δὲ αὐτῶν ἐσκοτίσθησαν, ἰδεῖν τὸ ἀληθινὸν οὐκ ἀνασχόμενοι φῶς, καὶ ὁ νῶτος δὲ αὐτῶν διηνεκῶς τῇ δουλείᾳ καὶ τῇ πενίᾳ συγκέκαμπται, διὰ τὸν γαῦρον αὐχένα, καὶ τὸν σκληρὸν αὐτῶν τράχηλον· καὶ ἡ ἔπαυλις αὐτῶν ἐγένετο ἔρημος, καὶ ἐν τοῖς τῆς Ἱερουσαλὴμ σκηνώμασιν οὐδεὶς αὐτῶν κατοικεῖ. Ταῖς οἰκείαις τοίνυν ἀραῖς ὑπεβλήθησαν· καὶ ἃ τοῖς Βαβυλωνίοις ἐπηράσαντο ἀδικούμενοι, ταῦτα πεπόνθασιν ἀδικήσαντες, καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γενόμενοι. Τούτου χάριν καὶ οἱ θεῖοι ἀπόστολοι ταῖς ἐντεῦθεν ἐχρήσαντο μαρτυρίαις, τῆς προφητείας τὸ διπλοῦν ἐπιστάμενοι. Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. κζʹ. «Ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν· καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Σὺ μὲν γὰρ, φησὶ, δίκας με τῆς παρανομίας εἰσπραττόμενος, οἷόν τισι δημίοις παρέδωκας τούτοις· οὗτοι δὲ πλείοσί με, ἢ προσέταξας, κακοῖς περιέβαλον· καὶ ἐπηύξησάν μοι τὴν διὰ τὴν ἁμαρτίαν ὀδύνην. Ταύτην αὐτῶν καὶ ὁ τῶν ὅλων Θεὸς κατηγορεῖ τὴν ὠμότητα, καί φησιν, «Ἐγὼ αὐτοὺς παρέδωκα εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεον· καὶ τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν, καὶ νεώτερον οὐκ ἠλέησας.» κηʹ. «Πρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ.» Τὴν διὰ τὴν ἁμαρτίαν ἐπαγομένην τιμωρίαν ἀνομίαν ἐκάλεσεν· ἀντὶ τοῦ, Ἐπίθες αὐτοῖς ἀνόμως ζῶσι τιμωρίαν ἀξίαν· καὶ μὴ τύχωσιν ἀγαθῶν ἃ τοῖς δικαίοις εἴωθας ἀπονέμειν.