Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1412
Not analysed yet
κθʹ. «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων· καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.» Τούτοις ἔοικε τὸ, «Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων.» Τούτων μέν τοι τῶν βίβλων μέμνηται Δανιήλ. Κριτήριον γὰρ, φησὶν, ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὧν τοῖς ἀνακειμένοις σοι δίδως, μὴ μεταλάχοιεν οὗτοι· μηδὲ τύχοιεν ἀνακλήσεως, ἧς ἡμεῖς, φησὶ, διὰ τὴν σὴν φιλανθρωπίαν τευξόμεθα. λʹ. «Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία τοῦ προσώπου σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Ἐντεῦθεν λοιπὸν τὴν ἀλλοίωσιν τῶν πραγμάτων προλέγει· καὶ τὴν τῆς δουλείας λύσιν, καὶ τὴν τῶν δορυαλώτων ἐπάνοδον. Διὰ τοῦτο καὶ εἰς τὸ τέλος ὁ ψαλμὸς ἐπιγέγραπται τοῖς ἀλλοιωθησομένοις. Δύο γὰρ ἐδέξαντο ἐναντίας μεταβολάς. Μεταμελείᾳ γὰρ ἐν Βαβυλῶνι χρησάμενοι τὴν προτέραν ἐλευθερίαν ἀπέλαβον· μετὰ δὲ ταῦτα κατὰ τοῦ Δεσπότου λυττήσαντες, παντελεῖ δουλείᾳ κατεδικάσθησαν. Ἀμφότερα τοίνυν προλέγει ὁ παρὼν ψαλμός· τὸ δὲ «πτωχὸς καὶ ἀλγῶν εἰμι,» τοῦτο σημαίνει· Ἐν πτωχείᾳ με, φησὶν, ἰδὼν, καὶ ἐν πολλαῖς ὀδύναις ἐξεταζόμενον, τῆς σῆς σωτηρίας ἠξίωσας· τούτου δὴ χάριν, λαʹ. «Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει.» Οὐκ ἔσομαι περὶ τὰς εὐεργεσίας ἀγνώμων· ἀλλ' ἀμείψομαι τοῖς ὕμνοις τὰς χάριτας, τῇ διηγήσει τῶν εὐεργεσιῶν τὸ μέγεθος αὐτοῦ τοῖς ἀγνοοῦσι δεικνύς. λβʹ. «Καὶ ἀρέσει τῷ Θεῷ μου, ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα, καὶ ὁπλάς.» Θυμηρεστέρα δὲ αὐτῷ ἔσται τῆς αἰνέσεως ἡ θυσία μόσχου νέου καὶ πίονος, ἄρτι μὲν τὰς χηλὰς, ἄρτι δὲ προβαλλομένου τὰ κέρατα. Θρηνῆσαι ἄξιον τὴν Ἰουδαίων παρανομίαν συνιδεῖν οὐ βουλομένων τῆς νομικῆς λατρείας τὸ νηπιῶδες· καί τοι τῶν ἐν Βαβυλῶνι δορυαλώτων, ὑμνεῖν τὸν Θεὸν μετὰ τὴν ἐπάνοδον ὑπισχνουμένων, οὐ θυσίας ἱερατεύειν, ὡς τῆς ὑμνῳδίας θυμηρεστέρας οὔσης Θεῷ. Ἀλλὰ τὴν μὲν τούτων κατηγορίαν ἐπὶ τοῦ παρόντος ἐάσωμεν· ἐπὶ δὲ τὴν ἑρμηνείαν βαδίσωμεν. λγʹ. «Ἰδέτωσαν πτωχοὶ, καὶ εὐφρανθήτωσαν.» Ἅπαντες, φησὶν, οἱ τοῖς ὁμοίοις κακοῖς περιπίπτοντες, ἐλπίδος ἀγαθῆς παρ' ἡμῶν λαβέτωσαν πρόφασιν. «Ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ