Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1413
Not analysed yet
ὑμῶν.» Πρὸς τούτοις παραινεῖ διὰ τῆς εἰς Θεὸν ἐλπίδος καὶ προσευχῆς τὴν σωτηρίαν λαβεῖν. λδʹ. «Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος· καὶ τοὺς πεπεδημένους αὑτοῦ οὐκ ἐξουδένωσεν.» Ἐδέξατο γὰρ ἡμῶν τὴν δέησιν, τὴν πενίαν ἰδών· καὶ ἔλυσε τὰ τῆς δουλείας δεσμά. Πεπεδημένους δὲ αὐτοὺς κέκληκεν, ἐπειδὴ αὐτὸς αὐτοὺς εἰς δουλείαν ἐξέδωκεν. λεʹ. «Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ· θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ.» Ἅπασαν, φησὶ, τὴν κτίσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας καλῶ· οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία γλῶττα τὰς θείας διηγάσασθαι χάριτας. λϛʹ. «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας.» Τοῦτον δὲ αὐτῷ προσφέρω τὸν ὕμνον, λαμπρὰν ὁρῶν καὶ περιφανῆ τὴν Σιὼν, καὶ τὰς τῆς Ἰουδαίας πόλεις τὰς νῦν ἐρήμους, τὴν προτέραν εὐημερίαν ἀπολαβούσας. Οὕτω τὴν νεουργίαν τῶν πόλεων προθεσπίσας, προαγορεύει καὶ τῶν οἰκητόρων τὸ πλῆθος. «Καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν.» Οἱ νῦν, φησὶν, αἰχμάλωτοι, τῆς ἐπανόδου τυχόντες, καὶ τὰς οἰκείας οἰκοδομήσουσι πόλεις, καὶ κατοικήσουσιν ἐν αὐταῖς· οὐκ αὐτοὶ δὲ μόνοι, ἀλλὰ καὶ οἱ τούτων παῖδες καὶ οἱ ἔκγονοι. Τοῦτο γὰρ ἐπήγαγε· λζʹ. «Καὶ τὸ σπέρμα τῶν δούλων σου καθέξουσιν αὐτήν.» Ἐπειδὴ δὲ τῆς κατὰ τοῦ Σωτῆρος ἕνεκα μανίας τὴν παντελῆ πανωλεθρίαν ἔμελλον ὑπομένειν, εἰκότως τὸ ἀκροτελεύτιον τῷ ψαλμῷ τοιοῦτον ἐπιτέθεικε. «Καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.» —»Οὐ γὰρ πάντες [κατὰ τὸν θεῖον Ἀπόστολον] οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα.» Συμφωνεῖ δὲ τούτοις καὶ τὰ προφητικὰ ῥήματα· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Τοῦτο καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Καί οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.» Μετὰ γὰρ τὸν σταυρὸν, καὶ τὴν λύτταν ἐκείνην ἐξηλάθησαν μὲν οἱ κύνες ἐκεῖνοι· οἱ δὲ ἀγαπῶντες αὐτὸν, ἐν τῇ Σιὼν κατεσκήνωσαν, τὴν τῆς αἰνέσεως αὐτῷ θυσίαν προσφέροντες. ΕΡΜΗΝ. ΤΟΥ ΞΘʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, τῷ Δαβὶδ, εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον.» Τοῦτο δὲ ἐν ἐνίοις ἀντιγρά-