Ancient Greek · ~5 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1416
Not analysed yet
φοις εὗρον· οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Συμβαίνει δὲ ὅμως τῇ τοῦ ψαλμοῦ διανοίᾳ· σωτηρίαν γὰρ ὁ προφήτης αἰτεῖ, καὶ τῶν πολεμούντων ἀπαλλαγήν. Εἴρηκε δὲ τὸν ψαλμὸν ὁ μακάριος Δαβὶδ, ὑπὸ τοῦ Ἀβεσσαλὼμ διωκόμενος· εἰκότως δὲ καὶ τὸ εἰς ἀνάμνησιν τῇ ἐπιγραφῇ πρόσκειται· ἡ γὰρ μνήμη τῆς ἁμαρτίας αὐτὸν ἐκέντει τῶν πολεμίων σφοδρότερον· διόπερ βοᾷ· βʹ. «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.» Πολλαῖς, φησὶ, καὶ παντοδαπαῖς περικλύζομαι συμφοραῖς· οὗ δὴ χάριν ταχεῖαν αἰτῶ παρασχεθῆναί μοι τὴν βοήθειαν. γʹ. «Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.» Διαμάρτοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. «Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω· καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά.» [Ἀντὶ τοῦ, οὐ μόνον τῇ γῇ παραδοθήσονται, ἀλλὰ καὶ μετ' αἰσχύνης τόνδε τὸν βίον ὑπεξέλθωσιν οἱ κατατυρεύσαντες κατὰ τῶν εὐσεβῶς βιοτευόντων τὰ δεινά· τοῦτο γὰρ καὶ διὰ τῶν ἑξῆς λέγει.] δʹ. «Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, Εὖγε, εὖγε.» Πρὸς δὲ τούτοις καὶ οἱ τοῖς ἐμοῖς κακοῖς ἐφηδόμενοι, τράποιντο εἰς φυγὴν μετ' αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολήν· εʹ. «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός· καὶ λεγέτωσαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.» Τὸ Κύριος οὐ κεῖται ἐν τῷ Ἑξ-