Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1417
Not analysed yet
απλῷ. Θυμηδίας ἁπάσης, φησὶ, τοὺς σοὺς ἔμπλησον ἐραστάς· ἵνα σου τὰς εὐεργεσίας ὑμνοῦντες χορεύσωσιν. ϛʹ. «Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεὸς, βοήθησόν μοι.» Ἀντὶ τοῦ, Τῆς τῶν προειρημένων δικαιοσύνης ἐστέρημαι, καὶ πτωχείᾳ συζῶν τῆς ἀρετῆς οὐκ ἔχω τὸν πλοῦτον.» Βοηθός μου καὶ ῥύστης μου εἶ σύ.» Τῆς σῆς γὰρ προμηθείας τετύχηκα. «Κύριε, μὴ χρονίσῃς.» Ἐπάρκεσον ὅτι τάχιστα, καὶ μὴ ἀναβάλῃ τὴν αἴτησιν. [Περὶ τούτου γὰρ οὐ μόνον ὁ Δαβὶδ ἀντιβολεῖ, ἀλλὰ καὶ ἅπας ὁ τῶν ἁγίων χορός.] ΕΡΜΗΝ. ΤΟΥ Οʹ ΨΑΛΜΟΥ. «Τῷ Δαβὶδ ψαλμός· τῶν υἱῶν Ἰωναδὰβ, καὶ τῶν πρῶτον αἰχμαλωτισθέντων· ἀνεπίγραφος παρ' Ἑβραίοις.» Ὡμολόγησε καὶ αὐτὸς ὁ τὴν ἐπιγραφὴν ποιησάμενος, μὴ εὑρηκέναι ταύτην παρὰ τῷ Ἑβραίῳ, ἀλλ' αὐτὸς αὐτὴν τεθεικέναι. Ἰστέον μέν τοι, ὡς οὐ τοῦ Ἰωναδὰβ υἱοὶ οἱ πρῶτοι ᾐχμαλωτίσθησαν· ὁ γὰρ μακάριος Ἱερεμίας οἶνον αὐτοῖς προσενέγκαι ὑπὸ τοῦ Θεοῦ προσετάχθη εἰς ἔλεγχον τῆς Ἰουδαίων παρανομίας. Ἐκείνων δὲ πιεῖν μὴ βουληθέντων διὰ τὰς τῶν προγόνων ὑποθήκας, κατηγόρησε λοιπὸν τῆς Ἰουδαίων ἀπειθείας ὁ προφήτης· ὡς ἐκείνων ἀνθρωπίνας ἐντολὰς φυλαττόντων, τούτων δὲ τὰς θείας παραβαινόντων νομοθεσίας. Εἴρηται δὲ ὁ ψαλμὸς ἐκ προσώπου τῶν εἰς Βαβυλῶνα μεταναστάντων, τῆς ἐπανόδου γλιχομένων, καὶ τὴν τῆς δουλείας ποθούντων ἀπαλλαγήν· γέγραφε δὲ αὐτὸν ὁ μακάριος Δαβὶδ, τῷ τῶν εὐσεβεστέρων τάγματι προσαρμόσας τοὺς λόγους. [Καὶ μάλιστα τοῖς υἱοῖς τῆς χάριτος προλέγει ἀπαλλαττομένοις τῆς τῶν εἰδώλων μυσαρᾶς δουλείας, Χριστῷ δὲ τῷ Θεῷ πιστεύουσιν καὶ τὴν παρ' αὐτοῦ δεχομένοις προμήθειαν.] αʹ. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.» Μὴ διαμάρτω, φησὶ, τῆς ἐλπίδος, τὴν σὴν προσμένων ἐπικουρίαν· μηδὲ ἐπὶ πλεῖστον ἐπονείδιστος γένωμαι. [Ἐκεῖνοι μὲν περὶ τῶν ἀνδραποδισάντων αὐτοὺς, οὗτοι δὲ περὶ τῶν πονηρῶν δαιμόνων ταύτην τὴν ἱκετείαν προσφέρουσιν.] βʹ. «Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με.» Κρῖναί σε παρακαλῶ Βαβυλωνίοις κἀμοὶ, καὶ δικαίως κατ' ἐκείνων τὴν ψῆφον ἐξενεγκεῖν· οὕτω γὰρ κἀγὼ τῆς ἐκείνων δουλείας ἀπαλλαγήσομαι.