Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1420
Not analysed yet
«Κλῖνον πρός με τὸ οὖς σου, καὶ σῶσόν με. [γʹ] Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με· ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.» Σὲ πρόμαχον ἔχω, καὶ περίβολον ὀχυρὸν, καὶ ἔρυμα ἀσφαλές· εὐμενῶς μου τοίνυν δέξαι τὴν ἱκετείαν. [Καθάπερ δὲ ἀνωτέρω εἰρήκαμεν, ἐξ ἀμφοτέρων τῶν ἄλλων εἴρηται ταῦτα, καὶ τῶν ἐφεξῆς μέχρι τοῦ παρόντος καὶ παντὸς τοῦ βίου ἐκκλινόντων ἀπὸ κακοῦ, καὶ τοῖς ἀγαθοῖς κολλωμένων· τοῦτο γὰρ θέλει εἰπεῖν διὰ τῶν ἑξῆς.] δʹ. «Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος.» Ἱκετεύω σε, Δέσποτα, τῆς τῶν πονηρίᾳ καὶ δυσσεβείᾳ συζώντων ἐλευθερῶσαί με δυναστείας. εʹ. «Ὅτι σὺ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου.» [Ὁ μὲν πρῶτος λαὸς] Νεότητα καλεῖ τὸν ἐπὶ τοῦ μεγάλου Μωσέως χρόνον, ὅτε καὶ τῆς ἐλευθερίας ἀπήλαυσαν, ἐπὶ πλεῖστον Αἰγυπτίοις δεδουλευκότες χρόνον. Ἐξ ἐκείνου, φησὶν, εἰς σὲ τὰς ἐλπίδας ἔσχον, καὶ τὴν σὴν προσμένω βοήθειαν. [Ὁ δὲ νέος λαὸς νεότητα λέγει ἧς τετύχηκε νεουργίας διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας.] ϛʹ. «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός· ἐκ κοιλίας μητρός μου σὺ εἶ μου σκεπαστής.» Γέννησιν καὶ τόκον καλεῖ τὴν ἐξ Αἰγύπτου ἔξοδον. Τοῦτο δὲ καὶ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ θειοτάτου Ἰεζεκιὴλ διδάσκει. Διελέγχων γὰρ τῆς Ἱερουσαλὴμ τὴν ἀσέβειαν, εἶτα εἰρηκώς· «Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία,» ἐπήγαγεν· «ᾟ ἡμέρᾳ ἐτέχθης, ὁ ὀμφαλός σου οὐ περιετμήθη, καὶ ἁλὶ οὐχ ἡλίσθης, καὶ ὕδατι οὐκ ἐλούσω εἰς σωτηρίαν.» Ἐπειδὴ γὰρ ὁ ὀμφαλὸς οἷόν τις ῥίζα βρέφους ἐστί· δι' ἐκείνου γὰρ αὔξεται καὶ τρέφεται· ὁ δὲ Ἰσραὴλ, καὶ μετὰ τὴν ἐξ Αἰγύπτου ἔξοδον, ἔμφυτον ἔσχε τὴν Αἰγυπτίων ἀσέβειαν, εἰκότως ἔφη· «Ὁ ὀμφαλός σου οὐ περιετμήθη·» ὅτι, φησὶν, ἐκ τῆς μητρῴας νηδύος τὴν τροφὴν ἕλκεις, καὶ τοῖς προτέροις ἐπιμένεις ἐπιτηδεύμασιν. Ἡ τῶν εὐσεβεστέρων τοίνυν συμμορία τὸν Θεὸν ἱκετεύουσα λέγει· Ὅτι ἄνωθεν, καὶ ἐξ ἀρχῆς, τὴν σὴν ἔσχον ἐλπίδα· «Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.» Σὲ ὑμνῶν καὶ δοξάζων διατελῶ, καὶ διὰ τῆς σῆς προνοίας ἐγενόμην περίβλεπτος. ζʹ. «Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς.» Ἀλλὰ