Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1421
Not analysed yet
μετ' ἐκείνην τὴν περιφάνειαν, πολλὴν ἐδεξάμην τὴν μεταβολήν· ὡς τέρας τι καὶ σημεῖον τοῖς πολλοῖς νομισθῆναι τὰ κατ' ἐμέ. «Καὶ σὺ βοηθός μου κραταιός.» Ἀλλ' ὅμως ἐγὼ τὴν σὴν προσμένω βοήθειαν. ηʹ. «Πληρωθήτω τὸ στόμα μου αἰνέσεως· ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.» Μεταβαλὼν τοίνυν τὴν ἐπικειμένην μοι δυσκληρίαν, κίνησον εἰς ὑμνῳδίαν τὴν γλῶτταν· ὅπως ἂν ἀεί σοι τὸν ὕμνον προσφέροιμι. Τὸ γὰρ ὅλην τὴν ἡμέραν, καθ' ἑκάστην ἡμέραν ὁ Σύμμαχος εἴρηκε. θʹ. «Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως· ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου, μὴ ἐγκαταλίπῃς με.» Ἧς ἐν νεότητι προνοίας ἀπέλαβον, ἀπολαῦσαι καὶ νῦν ἱκετεύω· καὶ μὴ γυμνωθῆναι τῆς σῆς κηδεμονίας ἐν αὐτῷ τῷ γήρᾳ παρακαλῶ. Ἐπειδὴ γὰρ νεότητα τὴν ἐξ Αἰγύπτου προσηγόρευσεν ἔξοδον, γῆρας ἐκάλεσε τὸν τῆς αἰχμαλωσίας καιρόν· ὡς πλείστου χρόνου διαδραμόντος ἐν μέσῳ. ιʹ, ιαʹ. «Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου, ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ, λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.» Ἅπαντες, φησὶν, οἱ δυσμενεῖς ταῖς ἐμαῖς ἐπεμβαίνουσι συμφοραῖς, καὶ παντοδαποῖς κακοῖς περιβάλλουσιν, ἔρημόν με τῆς σῆς κηδεμονίας ὁρῶντες, καὶ τοπάζοντές με παντελῶς παρεωρᾶσθαι, καὶ μηκέτι τῆς σῆς με τεύξεσθαι προμηθείας. Οὗ δὴ χάριν ἀντιβολῶ· ιβʹ. «Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ' ἐμοῦ· ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες.» Ταχεῖάν μοι τὴν σὴν παράσχου ῥοπήν· καὶ μή με πόῤῥω τῆς σῆς καταστήσῃς κηδεμονίας. Μακρυνθῆναι δὲ αὐτοῦ, οὐ τὴν οὐσίαν λέγει τοῦ Θεοῦ· πανταχοῦ γὰρ πάρεστι, καὶ τοῖς πᾶσι παρίσταται· ἀλλὰ τὴν πρόνοιαν, καὶ τὴν τῆς βοηθείας ἐνέργειαν. ιγʹ. «Αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου.» Ὁ δὲ Σύμμαχος οὕτως· Καταισχυνθήτωσαν καὶ ἀναλωθήτωσαν οἱ ἀντικείμενοι τῇ ψυχῇ μου. Διαμάρτοιεν τῶν οἰκείων ἐγχειρημάτων, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο· καὶ φροῦδοι γένοιντο, ἀδίκως τὸν ἐμὸν τε-