Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1424
Not analysed yet
κταίνοντες ὄλεθρον. «Περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.» Ἐπονείδιστοι γένοιντο καὶ καταγέλαστοι οἱ παντοδαποῖς με κακοῖς περιβάλλοντες. ιδʹ. «Ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ ἐπὶ σέ.» Ταῦτα γὰρ ὁρῶν γινόμενα, τῇ εἰς σὲ ἐλπίδι βεβαιωθήσομαι. «Καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.» Καὶ πολλαπλασίαν σοι προσοίσω τὴν ὑμνῳδίαν. ιεʹ. «Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου· ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου.» Οὐ παύσομαι τὴν δικαίαν σου ταύτην διηγούμενος ψῆφον, καὶ διδάσκων ἅπαντας, ὅπως ἐμοὶ καὶ τοῖς πολεμίοις δικάσας, τῆς ἐκείνων δουλείας ἀπήλλαξας. «Ὅτι οὐκ ἔγνων γραμματείας, [ιϛʹ] εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου.» Ὁ δὲ Σύμμαχος οὕτως· Οὐ γὰρ οἶδα ἐξαριθμῆσαι· ἐλεύσομαι ἐν δυναστείᾳ Κυρίου. Ἐπειδὴ ὑπέσχετο διηγεῖσθαι τοῦ Θεοῦ τὴν δικαιοσύνην, καὶ τὴν εἰς αὐτὸν γεγενημένην σωτηρίαν, μείζων δὲ ἢ κατὰ ἄνθρωπον ὑπόσχεσις, εἰκότως ἐπήγαγεν· «Ὅτι οὐκ οἶδα ἐξαριθμῆσαι.» Τοῦτο καὶ ἐν τῷ λθʹ ψαλμῷ ὁ μακάριος ἔφη Δαβίδ. Εἰρηκὼς γάρ· «Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι,» ἐπήγαγεν· «Ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν.» Τοῦτο καὶ ἐνταῦθά φησιν· «Ὅτι οὐκ οἶδα ἀριθμῆσαι.» Τὰς γὰρ τοιαύτας γραφάς τε καὶ μαθήσεις ἡ ἐμὴ οὐκ ἐδέξατο φύσις· εἰσελεύσομαι δὲ ὅμως ἐν δυναστείᾳ Κυρίου, καὶ ὡς δυνατὸν ἀνθρωπείᾳ φύσει, τὴν ὑμνῳδίαν ποιήσομαι. «Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. [ιζʹ] Ὁ Θεός μου, ἐδίδαξάς με ἐκ νεότητός μου.» Ὑμνῶ δέ σε, Δέσποτα· καὶ τὴν εἰς ἐμὲ γενομένην δικαιοσύνην ὁρῶν, καὶ τῶν σῶν ἐντολῶν μεμνημένος. Ταῦτα γάρ με παιδόθεν ἐδίδαξας. Καὶ ἐντεῦθεν δῆλον ὡς νεότητα τὸν ἐπὶ τοῦ μεγάλου Μωσοῦ χρόνον καλεῖ. Δι' ἐκείνου γὰρ ὁ νόμος ἐδόθη. [Ὡς καὶ διὰ τῆς οἰκονομίας τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἡ χάρις ἡμῖν τοῖς ἐξ ἐθνῶν ἐπεφοίτησεν.] «Καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. [ιηʹ] Καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με.» Ἐγὼ μὲν τὰς σὰς θαυματουργίας τοὺς ἀγνοοῦντας διδάξω. Σὺ δὲ, ὡς ἄνωθέν