Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1425
Not analysed yet
μου κληθεὶς Θεὸς, ἀεί με τῆς σῆς ἀξίου κηδεμονίας. «Ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.» Προφητικῶς ὁ Δαβὶδ τὰ ἐσόμενα προλέγει· καὶ γῆρας καλεῖ τοῦ νόμου τὸ τέλος. Τοῦτο δὲ μετὰ τὴν τοῦ Δεσπότου Χριστοῦ γέγονε παρουσίαν. Σαφέστερον δὲ ἡμᾶς ὁ μακάριος διδάσκει Παῦλος, περὶ τῆς Καινῆς διαλεγόμενος Διαθήκης. Φησὶ δὲ οὕτως· «Ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Καὶ ἐνταῦθα τοίνυν προφητικῶς τοὺς ἐν Βαβυλῶνι διδάσκει λέγειν· «Ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με.» Εἶτα δεικνὺς ποῖον γῆρας καλεῖ, ἐπήγαγεν· «Ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ. Τὴν δυναστείαν σου, [ιθʹ] καὶ τὴν δικαιοσύνην σου, ὁ Θεός.» Γενεὰ δὲ ἡ ἐρχομένη, ἡ μετὰ τὴν ἐνανθρώπησιν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· μεθ' ἣν ἡ ἐξ ἐθνῶν Ἐκκλησία συνέστη, ἐξ Ἰουδαίων κήρυκας δεξαμένη τοὺς ἱεροὺς ἀποστόλους. Περὶ ταύτης τῆς γενεᾶς καὶ ἐν τῷ εἰκοστῷ καὶ πρώτῳ ψαλμῷ λέγει· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.» Ἕτερος τοίνυν λαὸς παρὰ τὸν τῶν Ἰουδαίων λαὸν, ὃν οὐ γεγενῆσθαι, ἀλλὰ τεχθήσεσθαι ὁ προφήτης προείρηκεν. Λέγει τοίνυν καὶ ἐνταῦθα· «Μή με ἐγκαταλίπῃς, ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ, τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου.» Ἔοικε δὲ τῇ τοῦ πατριάρχου Ἰακὼβ προηγορίᾳ, «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκίᾳ ἐθνῶν.» —»Ὁ Θεὸς, ἕως τῶν ὑψίστων ἃ ἐποίησάς μοι μεγαλεῖα.» Ὁ δὲ Ἀκύλας καὶ Σύμμαχος οὕτως· Ὁ Θεὸς, ἕως ὕψους ἃ ἐποίησας μεγαλεῖα, ἀντὶ τοῦ, ὑψηλὰ καὶ μεγάλα τὰ ὑπὸ σοῦ γινόμενα, Δέσποτα. καὶ ἱκανὰ πεῖσαι πάντας Ὕψιστον ὀνομάζειν σε. «Ὁ Θεὸς, τίς ὅμοιός σοι;» Οὐδένα γὰρ, φησὶ, συγκρῖναί σοι καὶ παραβαλεῖν δυνατόν. Ὑπερβάλλεις γὰρ ἅπαντας, καὶ τῇ φύσει, καὶ τῇ δυνάμει, καὶ πᾶσι τοῖς ἀγαθοῖς· ἐντεῦθεν τὴν ἐπάνοδον προθεσπίζει. κʹ. «Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς· καὶ ἐπιστρέψας ἐζωοποίησάς με.» Παραδούς με, φησὶ, παντοδαπαῖς συμφοραῖς διὰ τὰς ὑπ' ἐμοῦ γεγενημένας παρανομίας, πάλιν με εἰς ζωὴν ἐπανήγαγες. «Καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πά-