Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1428
Not analysed yet
λαι ἀνήγαγές με.» Ἀναβιώσεως, φησὶ, τινὸς ὑπολαμβάνω τετυχηκέναι· παρὰ δόξαν ἀνθρωπίνην τοσούτων ἀπαλλαγεὶς συμφορῶν. [Εἴποι δ' ἄν τις ταῦτα καὶ ἐκ προσώπου τῆς ἀνθρωπείας εἰρῆσθαι φύσεως. Ἐκ γὰρ τῶν ἀβύσσων τῆς γῆς ἀνήγαγε ταύτην ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, τουτέστιν ὁ ἐκ Θεοῦ Θεὸς, ὁ διὰ ταύτην ἑλόμενος καὶ ἄνθρωπος γενέσθαι.] Τοῦτο καὶ διὰ τοῦ Ἰεζεκιὴλ ὁ Θεὸς ἔφη· «Ὅτι ἀνοίξω τοὺς τάφους ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ Βαβυλῶνος·» τουτέστι, τὴν ἀνθρωπίνην ἀπόγνωσιν λύσω, καὶ παρὰ τὰς τῶν πολεμίων ἐλπίδας τὴν ἐπάνοδον ὑμῖν δωρήσομαι. καʹ. «Ἐπλεόνασας ἐπ' ἐμὲ τὴν μεγαλωσύνην σου· καὶ ἐπιστρέψας παρεκάλεσάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.» Ὁ δὲ Σύμμαχος οὕτως· Αὐξήσεις τὴν μεγαλειότητά μου, καὶ παρακυκλώσεις με παραμυθίᾳ. Καὶ τἄλλα δὲ ὁμοίως προείρηκε. Τῇ γὰρ περὶ ἐμὲ κηδεμονίᾳ δειχθήσεταί σου τὸ ἀγαθόν. κβʹ. «Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε.» Οὐ παύσομαι γὰρ τὰς σὰς διηγούμενος δωρεὰς, καὶ τοὺς ἀγνοοῦντας διδάσκων. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς καὶ ἐνταῦθα λαῶν πολλῶν ἐμνημόνευσεν, οἳ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος ἡμῶν, διὰ τῶν ἐξ Ἰουδαίων κηρύκων, τῆς σωτηρίας ἀπήλαυσαν. «Ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεὸς, ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ.» Χρήσομαι δὲ καὶ τοῖς συνήθεσιν ὀργάνοις τὴν ὑμνῳδίαν ὑφαίνων. κγʹ, κδʹ. «Ἀγαλλιάσεται τὰ χείλη μου, ὅτ' ἂν ψαλῶ σοι· καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου· ὅτ' ἂν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.» Προλέγει κατὰ ταυτὸν τῶν Βαβυλωνίων τὸν ὄλεθρον ὑπὸ Κύρου τοῦ Πέρσου γεγενημένον, καὶ τὴν τῶν Ἰουδαίων ἀνάκλησιν. Ἐκείνων γὰρ, φησὶ, καταλυθέντων, ἐγὼ τῆς ἐπανόδου τεύξομαι· ἀπολαύσας δὲ τούτου, γεγηθὼς καὶ γαννύμενος χορεύσω, τὰς σὰς εὐεργεσίας ὑμνῶν, καὶ τοῦ σοῦ νόμου διηνεκῆ τὴν μελέτην ποιούμενος. ΕΡΜΗΝ. ΤΟΥ ΟΑʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς Σολομών.» Ὅτι τῷ Σολομῶντι οὐδα-