Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1429
Not analysed yet
μῶς ὁ προκείμενος ἁρμόττει ψαλμὸς, οἶμαι καὶ Ἰουδαίους ἂν ὁμολογῆσαι τ' ἀληθῆ λέγειν ἐθέλοντας, ἤπου γε τῆς πίστεως τοὺς τροφίμους. Πρῶτον μὲν γὰρ οὔτε τῶν περάτων τῆς γῆς ἐκράτησε Σολομών· οὔτε παρὰ τῶν ἑσπερίων καὶ ἑῴων ἐδέξατο φόρον. Ἔπειτα ἄνθρωπος ὢν, τὸν τῇ φύσει σύμμετρον διαβιώσας χρόνον, τοῦ βίου τὸ τέλος ἐδέξατο, καὶ τοῦτο οὐκ εὐκλεές. Ὁ δὲ ψαλμὸς ἡλίου καὶ σελήνης ἀρχαιότερον δείκνυσι τὸν προφητευόμενον. Ἀκριβέστερον δὲ ταῦτα ἡ τῶν ῥητῶν ἑρμηνεία διδάξει. Καὶ ἡ ἐπιγραφὴ δὲ, οὐκ ἀνάρμοστος, ἀτεχνῶς δὲ τῷ Σωτῆρι συμβαίνουσα. Σολομὼν γὰρ εἰρηνικὸς ἑρμηνεύεται· καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει. Φησὶ γὰρ πρὸς τὸν Δαβὶδ διὰ τοῦ Νάθαν ὁ Θεός· «Ὅτι Σολομὼν ὄνομα αὐτῷ, καὶ εἰρήνην δώσω ἐν ταῖς ἡμέραις αὐτοῦ.» Ταύτην δὲ τὴν προσηγορίαν καὶ ὁ Δεσπότης ἔχει Χριστός. Καὶ βοᾷ Παῦλος, ὁ μέγας κήρυξ τῆς ἀληθείας· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.» Καὶ αὐτὸς δὲ ὁ Κύριος τοῖς ἱεροῖς ἀποστόλοις φησί· «Τὴν ἐμὴν εἰρήνην δίδωμι ὑμῖν, τὴν ἐμὴν εἰρήνην ἀφίημι ὑμῖν.» Τὴν αὐτοῦ τοίνυν βασιλείαν, καὶ τὴν ὑπ' αὐτοῦ κατορθωθεῖσαν εἰρήνην, καὶ τῶν ἐθνῶν τὴν σωτηρίαν, οὗτος ὁ ψαλμὸς προθεσπίζει. Καὶ ἐπειδὴ καὶ Θεός ἐστι, καὶ ἄνθρωπος, τὸ μὲν ὢν ἀεὶ, τὸ δὲ δι' ἡμᾶς προσλαβὼν, ἀμφότερα ἡ προφητεία διδάσκει· καί φησιν, αὐτὸν μὲν ἔχειν, ὡς Θεὸν, ἁπάντων τὴν ἐξουσίαν· λαμβάνειν δὲ ταύτην, καὶ ὡς ἄνθρωπον, παρὰ τοῦ οἰκείου Πατρός. «Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.» Καὶ βασιλεύς ἐστι, καὶ υἱὸς βασιλέως ὁ Δεσπότης Χριστός. Διὸ καὶ βασιλέα αὐτὸν, καὶ υἱὸν βασιλέως ἡ προφητεία καλεῖ· οὕτω καὶ λέοντα αὐτὸν ὁ πατριάρχης Ἰακὼβ καὶ σκύμνον λέοντος ὀνομάζει· «Σκύμνος γὰρ λέοντος, φησὶν, Ἰούδα, ἐκ βλαστοῦ μου, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν;» Οὐ γὰρ μόνον βασιλεύς ἐστιν, ἀλλὰ καὶ βασιλέως υἱός. Καὶ γὰρ ὡς Θεὸς ἐκ τοῦ παμβασιλέως ἐγεννήθη Θεοῦ, καὶ ὡς ἄνθρωπος, πρόγονον ἔχει τὸν βασιλέα Δαβίδ. Τούτῳ ὁ προφητικὸς λόγος, ὡς ἀνθρώπῳ, δοθῆναι παρὰ τοῦ Θεοῦ τὴν δικαιοσύνην παρακαλεῖ. Εἶτα τὴν αἰτίαν διδάσκει.