Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1432
Not analysed yet
βʹ. «Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» Τοὺς γὰρ πτωχείᾳ τῆς ἁμαρτίας κατεχομένους τῆς τοῦ πονηροῦ τυράννου δουλείας ἐλευθερώσει· δικαίως αὐτῷ καὶ τοῖς ὑπ' αὐτοῦ κατεχομένοις δικάσας. γʹ. «Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.» Προσωποποιία ἐστὶ τὴν πάντων δεικνῦσα μεταβολήν. Οὕτω τοῦ λαοῦ τὴν ἔξοδον διηγούμενος ἔφη· «Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Ὁρῶμεν δὲ ὅμως καὶ τῶν ὀρῶν καὶ τῶν βουνῶν τὴν μεταβολήν· ἀντὶ γὰρ τῆς πάλαι πολιτευσαμένης ἐν αὐτοῖς ἀσεβείας, οἱ τὸν ἀγγελικὸν ἀσπασάμενοι βίον τὴν εὐαγγελικὴν ἐν αὐτοῖς δικαιοσύνην καρποῦνται· καὶ τὰς ὑπὲρ τῶν ἀνθρώπων πρεσβείας ποιούμενοι, τὰς θείας καταλλαγὰς πραγματεύονται. δʹ. «Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην.» Εἰκότως ὁ διάβολος κέκληται συκοφάντης· τόν τε γὰρ Θεὸν ἐσυκοφάντησε, διὰ φθόνον φήσας κεκωλυκέναι τὴν τοῦ ξύλου μετάληψιν· καὶ κατὰ τοῦ Ἰὼβ ταῖς αὐταῖς ψευδολογίαις ἐχρήσατο, φήσας· «Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; Ἅψαι γὰρ, φησὶ, πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.» Τοῦτον ἐν τῷ ὀγδόῳ ψαλμῷ ἐχθρὸν καὶ ἐκδικητὴν ὠνόμασεν, ἐνταῦθα δὲ συκοφάντην. Ἀλλὰ τοῦτον μὲν ὁ Δεσπότης ἐταπείνωσε καὶ κατέλυσε· τοὺς δὲ ὑπ' αὐτοῦ τυραννουμένους ἐλευθερίας καὶ σωτηρίας ἠξίωσε. εʹ. «Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ· καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν.» Ὁ ταῦτα, φησὶν, ἅπαντα κατορθῶν, οὔτε ἀρχὴν ἡμερῶν, ἀποστολικῶς εἰπεῖν, οὔτε ζωῆς τέλος ἔχει. Ἐγεννήθη μὲν γὰρ ἐκ τοῦ Πατρὸς πρὸ τῆς σελήνης γενεᾶς γενεῶν, τουτέστιν, ἀπείροις τισὶ γενεαῖς προϋπάρχων τῆς κτίσεως. Ἀλλὰ καὶ «συμπαραμενεῖ τῷ ἡλίῳ·» ἀντὶ τοῦ, διαρκὲς ἕξει τὸ εἶναι· οὐκ ἐπειδὴ ὁ ἥλιος διαρκὲς ἔχει τὸ εἶναι· ἀλλ' εἰκόνα διαρκεστέραν οὐχ εὑρὼν, ἐπίσημον δὲ τοῦτον εἰδὼς, καὶ χρόνων καὶ ἡμερῶν Δημιουργὸν, τούτῳ παρέβαλε τὴν ἀπὸ σκότους εἰς φῶς τῶν πραγμάτων μεταβολήν. Ἐπειδὴ καὶ αὐτὸς ὁ Δεσπότης Χριστὸς ἥλιος δικαιοσύνης ὠνόμασται.