Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1444
Not analysed yet
μενοι. Ταῦτα ἡ τοῦ παναγίου Πνεύματος χάρις πόῤῥωθεν προορῶσα, ὠφέλειαν ἐκείνοις μηχανωμένη, καὶ μέντοι καὶ πᾶσιν ἀνθρώποις, τοῦτον γέγραφε τὸν ψαλμὸν, καὶ τοὺς ἐκείνων σαφῶς ἐξαγγέλλουσα λογισμοὺς, καὶ τῶν ζητουμένων τὴν λύσιν προσφέρουσα. Ἁρμόττει μὲν οὖν ἅπασιν ἡ τοῦ ψαλμοῦ διδασκαλία τοῖς τὰ τοιαῦτα ἢ λογιζομένοις, ἢ φθεγγομένοις· ἐσχημάτισται δὲ ὅμως, ὡς ἐξ ἐκείνων ἐπανεληλυθότων μὲν, διηγουμένων δὲ τῆς διανοίας τὸ πάθος. «Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραήλ. «Τὸ ὡς οὐ παραβολικῶς τέθεικεν, ἀλλὰ τῆς ἀγαθότητος δεικνὺς τὴν ὑπερβολήν. Λέγει δὲ ὅτι πολλὴν καὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ ποιεῖται κηδεμονίαν. «Τοῖς εὐθέσι τῇ καρδίᾳ.» Ἀλλὰ τοῦτο οὐ πάντες ἴσασιν, ἀλλ' οἱ ὀρθοῖς καὶ ὑγιέσι χρώμενοι λογισμοῖς. Οὕτως ἐκείνους ἐπαινέσας, τῶν οἰκείων λογισμῶν δημοσιεύει τὴν ζάλην. βʹ. «Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες.» Ἐγὼ μέν τοι μικροῦ δεῖν τῆς οἰκείας ἐξετράπην ὁδοῦ. «Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.» Ὁ δὲ Σύμμαχος οὕτως· Παρ' οὐδὲν ἐλύθη τὰ ὑπορθοῦντά με. Τῶν ὑγιαινόντων, φησὶ, καὶ ὑπερειδόντων ἐκπεσεῖν ἐκινδύνευσα λογισμῶν, καὶ ὄλισθον ὑπέμεινα ἂν μέγιστον. Τοῦτο γὰρ τὸ ἐξεχύθη δηλοῖ, ὡς τοῦ ἐκχεομένου, διαλυομένου, καὶ ὑποῤῥέοντος· πόδας δὲ καὶ διαβήματα τοὺς λογισμοὺς καλεῖ τροπικῶς. Εἶτα καὶ τὴν αἰτίαν λέγει. γʹ. «Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν.» Ἐπυρπολούμην γὰρ, βλέπων τοὺς δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας ἐν εἰρήνῃ καὶ εὐποτμίᾳ πολλῇ. [Ὁρῶμεν δὲ καὶ νῦν τινας τὰ παραπλήσια ἐκείνοις λέγοντας κατά τινων τῶν ἐν δυσσεβείᾳ καὶ πλεονεξίᾳ συζώντων, καὶ πλούτῳ καὶ δόξῃ, ὡς νομίζουσι, καταδυναστευόντων.] δʹ. «Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν.» Ὁ δὲ Ἀκύλας οὕτως· Οὐκ εἰσὶ δυσπάθειαι τῷ θανάτῳ αὐτῶν· ὁ δὲ Σύμμαχος· Οὐκ ἐνεθυμοῦντο περὶ θανάτου αὐτῶν. Οὐδὲ γὰρ, φησὶν, ἐν κινδύνοις ἐξεταζόμενοι σφᾶς αὐτοὺς ἀπηγόρευον. Καὶ ἡ ἀνάνευσις δὲ τὴν ἀπαγόρευσιν δηλοῖ· ἀπαγορεύειν γάρ τι βουλόμενοι ἀνάνευσιν εἰώθαμεν. «Καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν.» Πρὸς ὀλίγον αὐτοῖς, φησὶ, πελάζει τὰ λυπηρά. εʹ. «Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.» Κατὰ ῥοῦν αὐτοῖς, φησὶ, τὰ πράγματα φέρεται, καὶ οὔτε πόνοις καὶ ταλαιπωρίαις, οὔτε παιδείαις περιβάλλονται τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως.