Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1445
Not analysed yet
ϛʹ. «Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν.» Ἐντεῦθεν εἰς ἀλαζονείαν καὶ τύφον ἐπήρθησαν, καὶ δίκας ὑπὲρ τῶν προτέρων μὴ δεδωκότες ἁμαρτημάτων, εἰς πλείονα παρανομίαν ἐξώκειλαν. Τὸ γὰρ περιεβάλοντο τὸ πλῆθος τῆς ἀδικίας ἐδήλωσεν, ὡς πανταχόθεν αὐτοὺς κυκλούσης. ζʹ. «Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν.» Στέαρ· ὡς πολλάκις ἔφαμεν, τὴν εὐπάθειαν καὶ τὴν εὐκληρίαν δηλοῖ. Ὡς ἐν τοσαύτῃ τοίνυν, φησὶν, ὄντες εὐημερίᾳ, μεθ' ἁπάσης ἀδείας τὴν ἀδικίαν ἐτόλμησαν. «Διήλθοσαν εἰς διάθεσιν καρδίας. [ηʹ, θ.] Διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.» Οὐκ ἀπέχρησε δὲ αὐτοῖς ἡ κατὰ τῶν ἀνθρώπων ἀδικία. ἀλλὰ καὶ τὸν οὐρανὸν ἐτόξευσαν καὶ λόγοις καὶ λογισμοῖς. Αἰνίττεται δὲ διὰ τούτων τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας, τὰς κατὰ τοῦ λαοῦ λοιδορίας, τὰς κατὰ τοῦ νεὼ τοῦ θείου παροινίας. Τοῦτο δὲ σαφέστερον εἴρηκεν ἐν τῷ μαʹ ψαλμῷ· «Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς, ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου;» ιʹ. «Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς.» Ταῦτα ὡς τοῦ Θεοῦ τῶν ὅλων εἰρηκότος, ὁ προφητικὸς τέθεικε λόγος, τοὺς ἀθυμοῦντας ψυχαγωγῶν. Ἐκείνων γὰρ, φησὶ, βλασφημίαις κατὰ τοῦ Θεοῦ χρησαμένων, καὶ κακοπαθείαις ἡμᾶς ὑποβαλόντων, χρηστὰ περὶ ἡμῶν ὁ τῶν ὅλων Θεὸς ἐψηφίσατο, τὴν ἐπάνοδον ὑποσχόμενος, καὶ ζωὴν τὴν ὡρισμένην τῇ φύσει. Καὶ ἐντεῦθεν δῆλον, ὡς τοῖς ἐπανελθοῦσιν ἤδη, καὶ τὰ ἐν Βαβυλῶνι συμβεβηκότα διηγουμένοις, ἁρμόδιος ὁ ψαλμός. Ἔφη γάρ· «Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα,» τουτέστιν εἰς τὴν Ἰουδαίαν. Ἐκεὶ τοίνυν διάγοντες, τὸ ἐνταῦθα λέγουσι. Τοῖς ἐν Βαβυλῶνι γὰρ οὐδαμῶς τοῦτο κατάλληλον. «Ἡμέρας δὲ πλήρεις» τὸ γῆρας ἐκάλεσεν. Ἀντὶ τοῦ, Καὶ ἐπανήξουσι, καὶ μέχρι γήρως βιώσονται. Οὕτω τοῦ Θεοῦ τὴν ὑπόσχεσιν δείξας, πάλιν εἰς τὴν διήγησιν ἐπανῆλθε τῆς τῶν Βαβυλωνίων βλασφημίας, καὶ τῆς τῶν λογισμῶν ταραχῆς. ιαʹ. «Καὶ εἶπον· Πῶς ἔγνω ὁ Θεός; καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ;» Ὁ δὲ Σύμμαχος σαφέστερον· Οἱ δὲ ἔλεγον, Πῶς ἔγνω ὁ Θεός; εἰ